no image
DDbDP-text
Restituzione di prestito via HGV-meta
Receipt for repayment of a loan by Kronion son of Cheos and his family. A notarial receipt from Tebtynis in AD 121 in which Herakleides, a kosmetes, acknowledges repayment of a 236-drachma loan with interest by Kronion son of Cheos, his wife, son and daughter-in-law. He returns the original loan contract of Trajan's 13th year for cancellation and renounces further claims. machine translation
Linked by Trismegistos ID
TM 11531.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ τοῦ κυρίου, Παῦνι[…]
ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ἡρακλείδης Διδύμου νεωτέρου Ἡρώδου ἔναρχος κοσμητὴς[…] ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύσιν ἀμφοτέραις Κρονίωνι Χεῶτος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ τῇ τούτου γυναικὶ Θεναπύγχει
Πατύνεως ὡς ἐτῶν πεντήκοντα ἑνὸς οὐλὴ γόνατι δεξιῶι
καὶ τοῖς ἀμφοτέρων τέκνοις, Κρονίωνι ὡς ἐτῶν τριάκοντα ἓξ
οὐλὴ πήχει δεξιῶι καὶ Ταορσενούφι οὔσῃ δὲ τοῦ υἱοῦ Κρονίωνος
γυναικὶ ὡς ἐτῶν τριάκοντα τριῶν οὐλὴ ἀντικνημίωι δεξιῶι,
αἱ γυναῖκες ἑκατέρα μετὰ κυρίου τοῦ ἀνδρὸς, ἀπέχειν παρʼ αὐτῶν
διὰ χειρὸς ἐξ οἴκου τὰς ἀργυρίου δραχμὰς διακοσίας τριάκοντα ἓξ καὶ τοὺς τόκους ἃς ὤφειλον οἱ τέσσαρες τῶι Ἡρακλείδῃ
διὰὁμολογίας χρήσεως τελειοθείσης διὰ τοῦ αὐτοῦ γραφείου
τῶι τρεισκαιδεκάτωι ἔτει θεοῦ Τραιανοῦ μηνὶ Χοιὰκ ἑνδεκάτῃ
ἣν καὶ ἀναδέδωκεν αὐτοῖς αὐτόθεν εἰς ἀθέτησιν καὶ ἀκοίρωσιν
καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἡρακλείδην μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τοὺς
τέσσαρας μηδὲ ἐφʼ ἕκαστον αὐτῶν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν μηδὲ περὶ τούτων μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος ἐγγράπτου ἀγράφου
μηδὲ ὀφειλήματος ἢ συναλλάγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί
Ἡρακλείδης Διδύμου νεωτέρου ὁμολογῶ
ἀπέχειν παρὰ Κρονίωνος τοῦ Χεῶτος
καὶ τῆς γυναικὸς καὶ τῶν τέκνων
τὰς δραχμὰς διακοσίας τριάκοντα ἓξ
καὶ τοὺς τόκους καὶ οὐκ ἐπελλεύσομαι
πρὸς Κρονίωνα μηδὲ τὴν γυναῖκα
καὶ τέκνα. Κρονίων καὶ οἱ γ γέγονε εἰς ἡμᾶς ἡ ἀποχὴ καθὼς πρόκιται
[…]ἔγραψε ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ Λουρίου τοῦ
πρὸς τῶι γραφείωι Τεπτύνεως καὶ Κερκεσούχων Ὄρους Πολέμωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.