no image
DDbDP-text
Παυσανίᾳ στρατηγῷ ἤτοι ἐξάκτορι καὶ ῥιπαρίῳ Ὀάσεως μεγάλης παρὰ Αὐρηλίας Σωζομένης Ματίου ἄρξαν τος τῆς Ἱβιτῶν πολέως. τῶν γονέων μου τὸ χρεὼν ἀπο δεδωκότων ἔτι μου νηπίας οὔσης Μακάριος πρεσβύτερός μου τυγχάνων τῇ ἡλικίᾳ, ὃν οὐκ ἂν ὀνομάσαιμι ἀδελφόν, προέστη ἀφ’ ἑαυτοῦ, ὡς μήποτ’ ὄφελος, τῶν πραγμάτων μου καὶ τῶν τοῦ ἑτέ ρου μου ἀδελφοῦ καὶ αὐτοῦ ἀφήλικος ὄντος. ἀντὶ γὰρ τοῦ πίστιν ἡμῖν τοῖς ἀφήλιξι διασῷσαι τὸ ἐναντίοντοὐναντίον πολέμιος ἡμῖν ἀνεφάνη πῇ μὲν σύμπαντασύνπαντα τὰ κινητὰ τῆς πατρῴας καὶ μητρῴας κληρονομίας ἑαυτῷ νοσφισάμενος, ἐφ’ οἷς λόγος ἡμῖν πρὸς αὐτὸν τηρεῖται παντὶ καίρῳ ἐπὶ τοῦ κυρίου μου ἡγεμόνος, πῇ δὲ αἰτού μενος λόγον τῶν πραγμάτων ὧν ἐνεχείρισεν χρόνων καὶ μὴ δούς, μηδὲν δὲ ἧττον καὶ ἐν ταῖς διαγραφαῖς τῶν κυριακῶν τελεσμάτων καταβλάψαι ἐπιχειρῶν διὰ τὸ ἀτέλες τῆς ἡλικί ας ἡμᾶς εἶναι. μέτρον μὲν γὰρ τοῦ δημοσίου ἐλαίου διεγράφετο ὑπὸ τῶν ἡμετέρων γονέων ἔτι περιόντων, δέον δὲ δι’ ἡμῶν τὸν ω μέτρον ἐκείνου τοῦ ἐλαίου ἀγαθὸν ἑκα τέρῳ ἡμῶν ἐξοικονομήσεται ἴσον, πάντα ἐπ’ ἴσῳ ῥε τουνν ἐμοί vestiges αυτο ἐπίστελλε Σωζομένῃ vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.