no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11642.
Each record below describes this same artifact or text from a different angle.
Γαίωι Οὐιτρασίωι Πωλλίωνι παρὰ Οὐερσενούφιος τοῦ Μανρρήους τῶν ἀπὸ κώ μης Βακχιάδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ βασιλικοῦ γεωργοῦ. τῷ δ ἔτει Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ τελευτήσαντος τοῦ προγε γραμμένου μου πατρὸς κατέλειψεν κατὰ δια θήκην τὰ ὑπάρχοντα αὐτοῦ ἐμοί τε καὶ τοῖς ἀδελ φοῖς μου Ὀρσενούφι καὶ Σισοΐτι καὶ Πετοβάστι καὶ Μαρρῆτι καὶ τὰ ἐν τῆι οἰκίᾳ αὐτοῦ σκεύη τε καὶ ἕτερα τῇ μητρὶ ἡμῶν Ταοννώφρι ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνον. ἐν δὲ τῷ μεταξὺμετοξὺ καὶ τῆς μητρὸς ἡμῶν τελευτησάσης καὶ ἡμῶν ὀφει λόντων παραλαβεῖν τὰ ταύτης ὑπάρχοντα ἀκολούθως τῇ τοῦ πατρὸς ἡμῶν διαθήκῃ ἡ δὲ πρεσβυτερωτέρα ἡμῶν ἀδελφή, φερνισθεῖσα ὑπὸ τοῦ πατρὸς ἡμῶν ἔτι ἀπὸ τοῦ λε ἔτους Καίσαρος θεοῦ καὶ μηδενὸς αὐτῇ ἐπιβάλλοντοςἐπιβαλλουσης τῶν πατρικῶνμητρικῶν καὶ μητρικῶν ἀκολούθως τῇ τοῦ πατρὸς ἡμῶν διαθήκῃ ἐτόλμησεν σὺν τῷ ἀνδρὶ αὐτῆς Πτολεμαίῳ Ὡρίωνος ἐτόλ μησεν ἐξᾶραι τὰ πατρικὰ ἡμῶνν ἔπιπλα καὶ σκεύη τὰ καταλελειμμένα ὑπὸ τοῦ πατρὸς ἡμῶν τῇ μητρὶ καὶ ἡμῖνἡμεῖν ἐπιβαλλόντων εἰς λόγον ἀργυρίου δραχμῶν Αφ. διὸ ἀξιῶ σὲ τὸν πάντων σωτῆρα καὶ εὐεργέτην, ἐὰν φαίνηται, διαλαβεῖν ὅπως τύχω τῶν δικαί ων, ἵνʼ ὦμενὠεμενωευεν εὐεργετημένοιὦ εὖ ἐνευεργετημένοσ. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.