no image
DDbDP-text
Déclaration pour l’epikrisis d’un éphèbe via HGV-meta
Linked by Trismegistos ID
TM 11217.
Each record below describes this same artifact or text from a different angle.
Τυράννῳ τῷ καὶ Ἰσιδώρῳ καὶ Νίννωι τῷ καὶ Χρυσίππῳ γεγυμνασιαρχηκόσιν ἐπικριταῖς παρὰ Ἥρωνος Σουχίωνος τοῦ Διοδώρου, μητρὸς Ἑρμιόνης, καὶ τῆς γενομένης καὶ ἀποπεπληγμένης αὐτοῦ γυναικὸς Θαυβαρίου τῆς Ἥρωνος τοῦ Ἥρωνος, ἀμφοτέρων ἀναγραφομένων τοῦ μὲν Ἥρωνος ἐπʼ ἀμφόδου ἙλληνείουἙλληνίου, τῆς δὲ Θαυβαρίου ἐπὶ Βιθυνῶν Ἄλλων Τόπων μετὰ κυρίου αὐτοῦ Ἥρωνος. τοῦ ἐξ ἀλλήλων υἱοῦ Ἰσιδώρου προσβάντος εἰς τρεισκαιδεκαετεῖς τῷ ἐνεστῶτι ια ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι, ὑπετάξαμεν τὰ δίκαια. ἐγὼ μὲν οὖν ὁ Ἥρων ἀπεγραψάμην τῇ τοῦ β ἔτους θεοῦ Ἁδριανοῦ ἀπογραφῇ ἐπὶ Φανησίου, τῇ δὲ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ καὶ τῇ τοῦ θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἐπὶ ἙλληνείουἙλληνίου συναπογραψάμενος ἐν τῇ τοῦ θ ἔτους ἀπογραφῇ καὶ τὸν ἐπικρινόμενον υἱὸν Ἰσίδωρον. καὶ ἐγὼκἀγὼ δὲ ἡ Θαυβάριον ἀπεγραψάμην τῇ τοῦ ιϛ ἔτους καὶ τῇ τοῦ θ ἔτους ἐπὶ Βιθυνῶν Ἄλλων Τόπων. τὸν δὲ ἐπικρινόμενον υἱὸν Ἰσίδωρον, ἀμφότεροι ἀπεγραψάμεθα ἐν ἐπιγεγεννημένοις τῶι ϛ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἐπὶ ἙλληνείουἙλληνίου. οἱ δὲ ἐμοῦ τῆς Θαυβαρίου γονεῖς ἀπεγράψαντο τῇ τοῦ β ἔτους ἀπογραφῇ μηδέπω μου γεννηθείσης ἐπὶ Βιθυνῶν Ἄλλων Τόπων. Νίννος ὁ καὶ Χρύσιππος γεγυμνασιαρχηκὼς διʼ Ἀμμωνίου γραμματέως σεσημείωμαι Ἰσίδωρον Ἥρωνος τοῦ Σουχίωνος μητρὸς Θαυβαρίου. ἔτους ια Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ λ. ἐπίκρισις Ἰσιδώρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.