no image
DDbDP-text
Mutuo di denaro con garanzia ipotecaria via HGV-meta
Linked by Trismegistos ID
TM 15534.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἐπαφρόδειτος ἀπελεύθερος Ἀριστοκλέους τοῦ Ἀλεξάνδρου
τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς
Θέωνι Ἁρπαήσιος τοῦ Ἁρπαήσιος μητρὸς Τατρείφιος
τῆς Θέωνος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ
ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστοῦ νομίσματος
δραχμὰς τριακοσίας πεντήκοντα ἓξ γίνονται ἀργυρίου δραχμαὶ τνϛ
κεφαλαίου, αἷς οὐδὲν τῷ καθόλου προσῆκται, τόκου δραχμιαίου
ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς
Νέου Σεβαστοῦ, ὅνπερ εὐτάκτως χορηγήσω σοὶ κατὰ μῆνα·
πρὸς δὲ τὴν τούτων ἀσφάλειαν ὑποτιθέναι σοὶ ἃς ἔχω τοῦ
νίτρου ἑλληνικοῦ ἀρτάβας εἴκοσι τέσσαρας καὶ ἄλλου
νίτρου ὁλκῆς τάλαντα τέσσαρα ἀποκείμενα ἐν οἴκῳ
ἐπὶ ἀπηλιωτικῷ πυλῶνι τῆς Τααρπαήσιος οἰκίας ἐπʼ ἀμφόδου
Νότου Κρηπεῖδος ὧν τῷ ἀριθμῷ … κωλυθε…
οὗ οἴκου Τααρπαήσιος … ἐπισφραγισθέντος τοῦ αὐτοῦ
οἴκου ὑπʼ ἐμοῦ καὶ σοῦ· τὸ δὲ κεφάλαιον ἀποδώσω σοὶ τῇ
τριακάδι τοῦ Γερμανικείου μηνὸς τοῦ ἐνεστῶτος δευτέρου
ἔτους Αὐτοκράτορος Καίσαρος Νεροῦα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
χωρὶς πάσης ὑπερθέσεως· ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται
ἐξεῖναι σοὶ διὰ σεαυτοῦ ἀνοῖξαι τὸν οἶκον καὶ πωλεῖν
τὸ νίτρον κατὰ τὴν πολιτευομένην τούτου τιμὴν καὶ
μεταλαβεῖσθαι τὸ προκείμενον κεφάλαιον, τῆς πίστεως
περὶ σὲ οὔσης τοῦ δε … περὶ τὸ νίτρον
κινδύνου ὄντος πρός τε τὸν … τὸ
λοιπὸν ἀποδώσω σοὶ χωρὶς ὑπερθέσεως ἢ εὑρησιλογίας,
μεθʼ ἡμιολίας σὺν τοῖς τοῦ ὑπερπεσόντος χρόνου τόκοις,
τῆς πράξεως σοὶ οὔσης ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι
πάντων καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένου ἐν τῇ πράξει
ὧν ἄλλων ὀφείλω σοὶ καθʼ ἕτερα χειρόγραφα δύο ἐφʼ ὑποθήκῃ
ἁλμυρίδος μηδὲ ὧν ἄλλων ὀφείλω σοὶ ἐν ἐνεχύροις[…]
κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ἐπιφέροντι·
ἔτους β Αὐτοκράτορος Καίσαρος Νεροῦα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
μηνὸς Νέου Σεβαστοῦ β Ἐπαφρόδιτος ἀπελεύθερος Ἀριστοκλέους ἔχω διὰ χειρὸς τὰς
τοῦ ἀργυρίου δραχμὰς τριακοσίας
πεντήκοντα ἓξ ἐφʼ ὑποθήκῃ νίτρου ἑλληνικοῦ ἀρτάβας εἴκοσι τέσσαρας καὶ ὁλκῆς τάλαντα τέσσαρα
καὶ ἀποδώσω τῇ τριακάδι τοῦ μηνὸς Γερμανικείου τοῦ ἐνεστῶτος
ἔτους β εὐτάκτως τοῖς κατὰ μῆνα τόκοις μὴ ἐλαττουμένουτοῦ Θέωνος ἐν τῇ πράξει τῶν ἄλλων ὧν ὀφείλω αὐτῷ καθʼ ἕτερα χειρόγραφα δύο ἐφʼ ὑποθήκῃ ἁλμυρίδος μηδὲ ὧν ἄλλων
ὀφείλω ἐν ἐνεχύροις ὡς πρόκειται·
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος
Νεροῦα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Ἁθὺρ β
[v]
β ἔτους Ἁθὺρ β γραμματεῖον ἘπαφροδείτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.