no image
DDbDP-text
Eusebios an Aphroditarion via HGV-meta
Letter from Eusebios to Aphroditarion about wool for garments. A private letter from Eusebios to a woman named Aphroditarion, reporting good health and the recovery of his lord Gessios, and announcing that he will come to have wool worked into garments. He mentions the purchase of a woollen cloak and sends greetings to family members, complaining that Nikamon has wronged them. machine translation
Linked by Trismegistos ID
TM 31822.
Each record below describes this same artifact or text from a different angle.
[r]
Εὐσέβιος Ἀφροδιταρίῳ χαίρειν.
ὅτι ὑγιαίνοιμεν ἀναγκαῖον ἦν
γνῶναι ὑμᾶς, εὔχομαι δὲ καὶ παρʼ
ὑμῶν γράμματα λαβεῖν τὰ
αὐτὰ δηλοῦντα· ἀλλὰ μὴν καὶ
ὁ κύριός μου Γέσσιος συνήθως
πως ἀνεδύετο. θεοῦ οὖν παρέχοντος ὀλίγον διατρίψας
εὐεκτῶν ἀνέρχομαι πρὸς ὑμᾶς
τὰ ἐρίδια ποιήσων ἀσφαλῶς κατεργασθῆναι, ἵνα ἐκεῖθεν ἱμάτια
αὐτῷ καὶ ἡμῖν κατασκευασθῇ.
παρῆλθον δὲ τὰ μηδενὸς
ἄξια· τοῦ πυρός ἐστιν. καὶ ἐπέστειλεν ἵνα μὴ ἀμελήσῃ
ἐκείνων. μάλα γὰρ ματίσας
εὐτύχησατῷ κυρίῳ σου
βίρριον ἐρεοῦν ἀγοράσαι ἕν . ἀπʼ ἐμοῦ πολλὰ ἄσπαζε καὶ τὴν
θυγατέρα Χάρμειν καὶ τὴν
φιλτάτην Ἑρμιόνην, περὶ ἧς
σοι καὶ κατʼ ὄψιν ἐνετειλάμην καὶ νῦν σε πάλιν ὑπομιμνῄσκω, ἀλλὰ καὶ Ἀδωραν καὶ
τὸν Νικάμωνα καὶ Νίκην·
ὁ Νικάμων δὲ ἐπηρέασε
ἡμᾶς. οἱ ἡμέτεροι ἐρρωμένοι
ἀσπάζονται ὑμᾶς. ἐρρῶσθαί
σε εὔχομαι ὁλοκληροῦσαν
καὶ εὐτυχοῦσαν πανοικεί.
[v]
Εὐσέβιος …θι Ἑρμωφίλου ἐπίδος Ἀφροδιταρίῳ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.