no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 48346.
Each record below describes this same artifact or text from a different angle.
ἔτους γ Φαρμοῦθι κδ, ἀπέδοτο Ναομσῆσις καὶ Στοτοῆτις πήχεις στερεοῦ δ ψιλοῦ τόπου· ἐπρίατο Σενσοῦχος Νεχούτου χαλκοῦ Δ. βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν φιλομητόρων σωτήρων ἔτους γ, ἐφʼ ἱερείως βασιλέως Πτολεμαίου θεοῦ φιλομήτορος σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν σωτήρων καὶ θεῶν ἀδελφῶν καὶ θεῶν εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν ἐπι φανῶν και θεοῦ εὐπάτορος καὶ θεοῦ φιλομήτορος καὶ θεοῦ φιλοπάτορος νέου καὶ θεοῦ εὐεργέτου καὶ θεῶν φιλομητόρων σωτήρων, ἱεραπόλουἱερουπωλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης εὐεργέτιδος, κανηφόρου Ἀρσινόης φιλαδέλφου, ἱερείας Ἀρσινόης φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέωνἱερείων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Φαρμοῦθι κδ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου, ἀπέδοτο Ναομσῆσις Ὀννώφριος ἱέρισσα, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Στοτοήτιος τοῦ Πετεαροήριος, ἱερέως Σούχου καὶ Ἀφροδίτης, ὡς ἐτῶν μέσου μελιχρόου τετανοῦ στρογγυλοπροσώπου εὐθύρινος συνπωλουμένου, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς ψιλοῦ τόπουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.