no image
DDbDP-text
Letter from Kallimachos to the chancellor Petros asking for news and vegetable seeds. A Byzantine letter from Kallimachos to Petros, a kankellarios (chancellor), gently complaining that no letter came with the many messengers sent by their common mistress and asking for regular news. He also requests a few seeds of various vegetables. machine translation
Linked by Trismegistos ID
TM 38223.
Each record below describes this same artifact or text from a different angle.
[r]
† ἐθαυμάσαμεν τοσούτων ἀνθρώπων πεμφθέντων παρὰ τῆς
κοινῆς ἀγαθῆς δεσποίνης καὶ μὴ δεξάμενοι γράμματα τῆς ὑμετέρας
μεγαλοπρεποῦς ἀδελφότητος. καλῶς οὖν ποιεῖ, ἐπισταμένη ὅπως μέλει
ἡμῖν τοῦ γνῶναι ἐφʼ ἑκάστης τὴν ὑμετέραν ὑγίειαν καὶ κατάστασιν διὰ παντὸς
πεμπομένου παρὰ τῆς κοινῆς δεσποίμης, γράφουσα ἡμῖν τὴν ὑμετέραν ὑγίειαν
καὶ κατάστασιν, κελεύειν δὲ καὶ περὶ τῶν δοκούντων ὅπως καὶ ἡμεῖς
εὕρωμεν μετὰ παρρησίας ὀχλῆσαι ὑμῖν περὶ ὧν χρεία. παρακαλῶ δὲ ὑμᾶς
ὀλίγα σπέρματα λαχάνων διαφόρων ἀποστεῖλαί μοι διὰ τινὸς πεμπομένου
ἐνταῦθα, ἵνα καὶ ἐν τούτῳ χάριτας ὑμῖν ὁμολογήσω. διὰ παντὸς τοῦ γράμματος
πλεῖστα προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν μεγαλοπρεπῆ ἀδελφότητα. †
[v]
† δεσπότῃ ἐμῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ πάσης τιμῆς ἀξίῳ γνησίῳ φίλῳ καὶ ἀδελφῷ Πέτρῳ καγκελλαρίῳ Καλλίμαχος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.