no image
DDbDP-text
Brief des Isaios via HGV-meta
Linked by Trismegistos ID
TM 31942.
Each record below describes this same artifact or text from a different angle.
χαῖρε, κύριέ μου ἄδελφε Ἡράκλειε ἐν Κυρίωι παρὰ Ἰσαίου. τὸ τάχος σου τῆς ἀποδημίας σου, ἄδελφε, καὶ μάλιστα ἐν τοιούτωι, ἐλύπησέ με· οὔτε γὰρ ἐγὼ ἐσχόλαζον τό τε ἵνα σοι κατὰ πόδας ἀκολουθήσωἀκωλουθήσω καὶ εἰδῶ σου τὴν πρόθεσιν, οὔτε σὺ ὡς προσῆκενπροσῆκον ἀπήντησας ἡμῖν πρὸς τὴν ὥραν τῆς ἀποδη μίας, ἵνα ὁμιλίας ἢ καὶ γνώμης σοι περὶ τῶν κατὰ σὲ κοινωνήσωμεν. ὡς δὲ ἐγένετο, θεὸς μετὰ σοῦ. πείρω μέντοι, ἄδελφε, τὰ κατὰ σὲ διαθέσθαι χωρὶς τοῦ ἐπὶ κινδύνωι ἢ κα τα χρωατος τινο πρᾶ ξαι· οὕτω γὰρ καὶ πρέπει ἡμῶν τῶι προσχήματι ὃ ἀμφιπερικείμεθα νο γράφε δὲ ἡμῖν τρίτω κ ἀσπάζονταί σε οἱ ἀδελφοί. ἔρρωσό μοι, ἄδελφε ἐν Κυρίωι. Ἡρακλείωι παρὰ Ἰσαίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.