no image
DDbDP-text
[r]
Ἀριστόκριτος Διοδώρωι
χαίρειν. δίελθε εἰς τὴν
Ἀλεξάνδρου Νῆσον
καὶ πρᾶξον Ἀλέξανδρον
τὸ λοιπὸν τοῦ περιστερῶνος δραχμὰς ιβ καὶ Ἐπιγένην τὴν ἀναφορὰν
τοῦ βαλανείου καὶ τὸν
παρὰ Ἀγήνορος τὸ ἐννόμιον νγ διώβολον, Ζαι…συν
Ἀβράκου γ πεντώβολον, Εἰρήνην
Αἰγύπτου διώβολον, Ἰάσονα ν
Σαραπίωνα διώβολον, Θεόγενον
Φανήσιος … Κα…[…] τετρώβολον,
Σαρ…[…]
Ἀφύγχιν […]ς τετρώβολον
καὶ Κώιλιν τὸν ἐκ Λαγίδος κώμης δραχμὰς […]
τὸ ἐννόμιον καὶ
Ἀνίκητον τὸν φόρον
τοῦ βαλανείου καὶ τὸν
βαλανέα τὸν ἐκ Βερενικίδος ἀπαίτει τὴν ἀναφοράν. εἴρηκε γὰρ Ἀρίων
Ἀντιμάχου πρᾶξαι αὐτὸν
πάντα τὰ ἐφελκόμενα.
Κάγιν δὲ τὸν λογευτὴν
ἔχε μετὰ σαυτοῦ εἰς τὰς
ἀποστολάς. ἔρρωσο[…]
[v]
ΔιοδώρωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.