no image
DDbDP-text
Brief einer Frau an ihren Mann via HGV-meta
Letter from Ptolema to Antas about the prefect's visit and farm business. A letter from Ptolema to Antas, probably her husband (addressed as 'brother'), reporting on the farm: the prefect's movements, the state of the fields, grazing, sales of fodder and sheep, and a purchase of land for hay. She urges him to come home quickly before the prefect arrives. Arsinoite nome, 2nd century AD. machine translation
Linked by Trismegistos ID
TM 28700.
Each record below describes this same artifact or text from a different angle.
Πτολέμα Ἀντᾶτι τῶι
ἀδελφῶι χαίρειν.
[…]νῳ γράφεις προσδέχεσθαι τὸν ἡγεμόνα. ἴδε,
ὁ ἡγεμὼν ἀνέβη. ἐὰν μεθʼ ὑγιείας ἐκπλέξῃς σεαυτόν,
ταχέως πρὸ τοῦ ἡγεμόνος παραγενοῦ, ἵνα, ἂν
δυνασθῶμεν, τὸν μικρὸν
ἐπικρεῖναι. οἱ ἀγροὶ πάντες καλῶς διάκεινται. τὸ
ἀπὸ νότου περίχωμα τῶν
δεκαεπτὰ ταῖς βουσὶ ἐπράθη,
αἱ βόες σου ἔφαγαν ἄρουραν καὶ
ἀπῆλθον εἰς Πανσούη. πάντα
τὰ ἐκεῖ ταῖς βουσὶ ἀφέθη. τὸ
ἀπὸ λιβὸς τοῦ λαχάνου εἰς χόρτου
κοπίαν ἀφέθη. πεπράκαμεν
τὰ ἐν ταῖς κληρουχίαις χορτάρια παρὰ περιχώματα ἓξ τὰ ἀπὸ ἀπηλιώτου
δραχμῶν ριβ. εὔωνος ὁ χόρτος τόνῳ. ἠγοράσθησαν σοι ἄρουραι τρεῖς διὰ Οὐετρανίου εἰς χόρτον δραχμῶν ρλ, πέπραται δὲ καὶ διʼ αὐτοῦ
πρόβατα δραχμῶν ξη. ἀσπάζονταί σε Λονγῖνος καὶ Σαραπίων καὶ οἱ ἐν οἴκῳ
πάντες. Οὐῖβις ἀπῆλθε εἰς Ψενῦριν
τὸν σῖτον πωλῆσαι. οἱ σοὶ καλῶς
τέλλουσι πάντες. ἔρρωσο.
Μεχεὶρ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.