no image
DDbDP-text
Letter via HGV-meta
Letter from Pappos to the dioiketes Athenodoros about business at Memphis. A letter from Pappos to his superior Athenodoros, the dioiketes (estate or financial manager), about being prevented from travelling to Memphis, sending Asklapon in his place, asking whether to hire an advocate, and forwarding a land register and a survey by the royal scribe. Written on 2 March 9 BC in the Herakleopolite nome. machine translation
Linked by Trismegistos ID
TM 23355.
Each record below describes this same artifact or text from a different angle.
[r]
Πάππος Ἀθηνοδώρωι τῶι θειοτάτῳ
διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς διευτυχεῖν ἄριστʼ ἐπανάγειν. ἐπεὶ παρεποδίσθην εἰς Μέμφιν γενέσθαι χάριν
ἱματίων διὰ τὴν παράστασιν Γάλλου πέπομφα Ἀσκλάπωνα ὅπως … ἀνέβη· ἐὰν οὖν σοι φαίνηται εὐθέως
ἀνάγκασον ἐξορμῆσαι ἵνα καὶ αὐτὸς
μὴ παραποδισθῶ· ἐκδέχομαι παρʼ αὐτὸν
ἕξ· Ἀσκλάπων δέ μοι συμβούλευσε ευκλ…
συνήγορον παραστῆσαι· ἄτερ οὖν τῆς
σου γνώμης οὐκ ἐβουλήθην δαπανᾶσθαι· διὸ ἐάν σοι φαίνηται, σήμανον.
πέπομφα δέ σοι τὴν καταγραφὴν τοῦ
ἐν ἁλὶ χωρίου καὶ τὸν τοῦ βασιλικοῦ γραμματέως
σχοινισμόν· ἐπιχρονίζω ἐκτὸς τῶν
χρόνων. ἐάν σοι φαίνηται διʼ ἡμερῶν
…λ[…]τος πέμψον ὀψαρίδια. τὰ δʼ ἄλλα ἐπιμέλου
σεαυτοῦ ἵνʼ ὑγιαίνῃς, ὃ δὴ μέγιστον
ἡγοῦμαι. ἔρρωσο
ἔτους κα Καίσαρος Φαμενὼθ ϛ
[v]
[…]Ἀθηνοδώρωι τῶι διοικητῆιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.