no image
DDbDP-text
Papontos to Alexander via HGV-meta
Letter from Papontos to Alexander about hides and mats for sale. A business letter from Papontos to his associate Alexander at Oxyrhynchus, sent with Didymos along with a consignment of hides and red-dyed mats, some owned jointly with Herakleides. Papontos asks Alexander to send the proceeds, report on prices and stock, release Didymos quickly, and advance money to the sailor Pausanias if needed. machine translation
Linked by Trismegistos ID
TM 26609.
Each record below describes this same artifact or text from a different angle.
[r]
Παποντῶς Ἀλεξάνδρωι τῶι ἰδίωι
χαίρειν.
διεπεμψάμην σοι διὰ Διδύμου δέρματα
βότεια τὸν δὲ ἀριθμὸν αὐτῶν μεταδώσει σοι
ὁ αὐτὸς Δίδυμος καὶ ψιάθους ἐμοῦ μόνου
μεμιλτωμένας λη, κοινωνιμαίας
μεθʼ Ἡρακλείδου πβ ὧν τὸ ἥμισύ ἐστιν ἐμοῦ, τῆς δαπάνης πάσης τῶν
τε βοτείων καὶ πασῶν τῶν ψιάθων
οὔσης πρὸς Ἡρακλείδην. τὰ ἀργύρια ἐὰν
συνλέξῃς εὐθέως διὰ ἐπιθήκης διαπέμψαι μοι. δήλωσόν μοι πόσα βότεια παρέλαβες καὶ πόσης τιμῆς πιπράσκεται,
καὶ πόσαι ψίαθοι ἀπόκεινται ἀπὸ τοῦ
προτέρου φορτίου, καὶ σὺν τούτοις πόσαι
ἀπόκεινται. ταῦτα δὲ πάντα διὰ τοῦ
αὐτοῦ Διδύμου δηλώσεις μοι. εὐθέως δὲ
τὸν αὐτὸν Δίδυμον ἀπόλυσον, ἵνα μὴ ἐπὶ
πλεῖον παρέλκηται παρὰ σοί. ……τω
[…]……αλλ…[…]…ερα
[…] δὲ ἐπιθήκην …[…]…ηδοις
…[…]…[…] Διοσκουρίδηι καὶ […] τινι
δια…[…]υ πέμψον μοι. ἀσπάζονταί
σε Σαραπιὰς καὶ οἱ ἐν οἴκῳ πάντες. ἀσπάζομαί σε Διονύσιος. ἔρρωσο.
ιε ἔτους Μεχεὶρ ϛ
εἴ τινος ἐὰν δέηται ἀργυρίου Παυσανίας
ὁ ναυτικὸς, δὸς, καὶ δήλωσόν μοι πόσα ἔλαβε.
[v]
Ἀλεξάνδρωι παρὰ ΠαποντῶτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.