Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.hamb.3.218
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τὴν ὑπάρχουσαν αὐτῶι Θέωνι ἐν οἰκίαν καὶ αὐλὴν καὶ τὰ συγκύροντα πάντα, ὧν μέτρα νότου ἐπὶ βορρᾶν πήχεις ἕνδεκα , λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δεκαπέντε , ἐπὶ παντὸς δὲ τοῦ πηχισμοῦ ἢ ὅσαι ἐὰν ὧσι, ὧν γείτονες νότου Μιεῦτος τοῦ Παλλαῦτος οἰκία, βορρᾶ Ὀρσεῦτος Ἀνουάρεως ἐπικαλουμένου οἰκία, λιβὸς Ἁρμιύσιος γναφέως οἰκία καὶ ἐπί τι μέρος Μιεῦτος Θ μυτος οἰκία, ἀπηλιώτου ῥύμηῥύμη βασιλικήβασιλικηιβασλικηι, καὶ ἀπέχεινἀπέχιν τὸν Θέωνα παρὰ τοῦ Ἡρακλείου τὴν ἑσταμένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσειβεβαιώσι αὐτός τε Θέων καὶ οἱ παρʼ αὐτοῦ τῷ Ἡρακλείωι καὶ τοῖς παρʼ αὐτοῦ τὰ πεπραμένα καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος, δημοσίου μὲν ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πά σης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ παρέξεται Θέων μηθένα κωλύοντα Ἡράκλειον μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ εἰσοδεύοντας εἰς αὐτὰ καὶ ἐξοδεύοντας καὶ καθαιροῦντας καὶ ἀνοικοδομοῦνταςἀνοικοδωμοῦντας καὶ ἐνοικοῦντας καὶ ἑτέρους ἐνοικίζοντας καὶ τὰ ἐξ αὐτῶν ἐνοίκια εἰς τὸ ἴδιον ἀποφερομένους καὶ ὑποτιθέντας καὶ ἐξαλλοτριοῦνταςἐξαλλωτριοῦντας ἑτέροις καὶ διοικοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱ ρῶνται, καὶ πρὸς τὰ προκείμενα μηδὲν ἐγκαλέσειν μηδὲ διαμφισβητήσεινδιαμφισβητήσιν μηδʼ ἐπελεύσεσθαι τρόπωι μηθενὶ ἢ χωρὶς τοῦ πᾶν τὸ ὑπεναν τίως ἐπιτελεσθησόμενον ἄκυρον καὶ ἀπρόσδεκτον εἶναι προσαποτεισάτωπροσαποτισάτωι ὁ ὁμολογῶν Θέων ἢ ὁ ἐπελθὼν Ἡρακλείῳ παραχρῆμα ἥν τʼ εἴληφεν ὁ Θέων παρʼ αὐ τοῦ Ἡρακλείου τιμὴν ὡς ἴδιον χρέος ἀργυρίου ἐπισήμου δραχμὰς ἑξακοσίας καὶ τὸ βλάβος καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς τριακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, μηδὲν δὲ ἧσσον πάντως μενόντων τῶν διωμολογημένωνδιομολογημένων κυρίων, ἡ δὲ γυνὴ Κρονία εὐδοκεῖνεὐδωκεῖν καὶ μὴ ἐπελεύσεσθαι μηδὲ ἐγκαλέσειν ὡς πρόκειται. ἐὰν δὲ ἐπέλθῃ ἢ μὴ βεβαιοῖ, ἀποτεισάτωἀποτισάτωι ὡσαύτως τὰ ἴσα ἐπίτιμα. ὑπογραφεὺς τῆς Κρονίας Θέων ὁ προγεγραμμένος αὐτῆς ἀνήρ. Θέων καὶ ἡ γυνή μου Κρονία Σεραπίωνος μετὰ κυρίου ἐμοῦ ὁμολογοῦμενὁμωλογοῦμεν ἐγὼἐγὸ μὲν ὁ ἀνὴρἀνὴλ Θέ ων πεπρακέναι ἩρακλείῳἩράκλειο Ἁρμιύσεως ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάνὑπάλχουσάν μοι ἐν οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα πάντα, ὧν μέτρα νότουνοτον ἐπὶ βορρᾶνβορα πήχεις ἕνδεκα , λιβὸς ἐπʼ ἀπηλιώτην πάχεις δεκαπέντε , ἐπὶ δὲ παντὸς τοῦ πηχισμοῦπηχεισμοῦ ἢ ὅσαιὅσοι ἐὰν ὦσιὀ͂σι, ὧν γείτονεςγίτονες νότου Μιεῦτος τοῦ Παλλαῦτος οἰκί α, βορρᾶ Ὀρσεῦτος Ἀνουάρεως ἐπικαλουμένου οἰκίαοἰκεία, λιβὸς ἉρμιύσιοςἉρμιυσις γναφέως οἰκία καὶ ἐπί τι μέρος Μιεῦτος Θμυτος οἰκία, ἀπηλιώτου ῥύμη βασιλική, καὶ ἀπέχω τὴν ἑσταμένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸςχιρὸς ἐξ οἴκου καὶ βεβαιώσωβεβαιόσωι πάσῃ βεβαιώσειβεβαιόσει ἀπὸ παντὸς ὀφειλήματος δημοσίου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀπὸ δὲτὲ ἰδιωτικῶνἰδιοτικῶν καὶ πάσης ἐμποιήσε ωςἐμποήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, καὶ τὰ ἄλλα πάντα ποιήσω καθότι προγέγραπται, ἡ δὲ γυνή μου Κρονία εὐδοκεῖνεὐδοκῖν καὶ μὴ ἐπελεύσεσθαιἐπελεύσασθαι καθὼς πρόκειται. Θέων ἔγραψα ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. ἩράκλειοςἩρακλεις ἉρμιύσιοςἉρμιυσις ἠγόρακα καθὼς πρόκιται. ἔτους ιϛ Τιβερίου Καίσαρος Σεβαστοῦ διὰ νομογράφου Ὀξυρύγχων καὶ ἄλλων κωμῶν.Cross-references (3)
- TM-Text 11436 primary
- DDbDP-Text p.hamb;3;218 tier-1
- HGV-Text 11436 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.