Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.hamb.3.230
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
vestiges τῆς τάξεως τῆς ὑμετέρας ἐξουσίας τελοῦμεν ἀκολούθως, καθὼς προεῖπον, τοῖς περὶ τούτου οις τ μεγίστοις τύποις. ἐνταῦθα δὲ τυγχάνω πρὸ δώδεκα ἡμερῶν πλέω ἔλαττον διωχθεὶς παρὰ τοῦ αὐτοῦ αἰδεσίμου ἐξπελλευτοῦ τῆς Ἀνταιοπολιτῶν καὶ μηδαμοῦ συγχωρη θεὶς ἢ τῇ αἰσίᾳ ἐμβολῇ ἢ τοῖς ἄλλοις δημοσίοις σχολάζε κ μήτε ὅλως πάροδον αὐτοῦ ἔχοντος πρὸς ἡμᾶς, καθὼς προεῖπον· ἀλλ εκ καταβολὴν πέμποντες διὰ ἰδίου ὑποδέκτου εἰς τὴν τάξιν καὶ μηδὲν ἐν τῇ Ἀνταιοπολιτῶν καταβάλλοντες καὶ τὸ πρόσγραφον δὲ τῆς ἐμβολῆς τοῦ εὐλαβεστάτου μονάζοντος πάλιν διὰ ἰδίου ἀνθρώπου πέμποντες εἰς τὴν τάξιν ὡς μηδεμίαν ἔχειν τὸν ἐξπελλευτὴν διʼ ἡμῶν. ἀλλʼ οὐδὲ ὠχλήθησανχληθησαν οὔποτε ὑπὲρ τῆς ἡμῶν κώμης ἢ αὐτὸς ἢ ἄλλοιαλλος ἐξπελλευταὶἐξπελλευτοὶεξπελλευτης πρὸ αὐτοῦ. ἐπειδὴ δὲ ἀκήκοα ὡς καί τινα ἀνενήνεκταιἀνήνεκται κατʼ ἐμοῦ παρὰ Νέπωτος τοῦ σιγγουλαρίου ἐξ ὑποβολῆς, ὡς εἴρηται, τοῦ αὐτοῦ αἰδεσίμου Ἀφθονίου, ἑτοίμως ἔχω, εἰ καη τὰ ἐντα ὁ αὐτὸς αἰδέσιμος σιγγουλάριος Νέπως καὶ ἀποδείξῃ τι τῶν παρʼ αὐτοῦ ἀνενηνεγμένωνἀνηνεγμένων παρʼ ἐμοῦ γεγενημένον, ὑποκεῖσθαι τοῖς προσταττομένοις παρὰ τῆς ὑμετέρας ἐξουσίας. ὅτι γὰρ οὐδὲν τοιοῦτο ἢ ἐνεθυμήθην πώποτε ἢ διεπραξάμην, ἐξ οὗ παρήγγειλα εἰς ἄνδρας, οὔπω λέγω εἰς τὸν πρωτοκωμήτην, θαρρῶν ἐμαυτῷ τοῦτο αὐτὸ κατατίθημι. καὶ παρακαλῶ, εἴπερ παρασταίη τῇ ὑμετέρᾳ ἐξουσίᾳ, τὸν συνήθη λόγον κελεῦσαι δοθῆναί μοι, ὃν πάντες ἔχουσιν οἱ τῆς ἐπαρχείας ἡμῶν ἰδιωτεύοντες, οὔπω λέγω δημόσια χειρίζοντες αὐτὸς γὰρ ὁ ταῦτα ἀνενεγκὼν κατʼ ἐμοῦ ὑπὸ λόγον τυγχάνων ἀνήνεγκεν ψευδῆ κατʼ ἐμοῦ βουλόμενός με καθʼ ὑποβολὴν Ἀφθονίου διωχθῆναι πρὸς περιγραφὴν τῆς αἰσίας ἐμβολῆς καὶ τῶν ἄλλων δημοσίων, ὅπως δυνηθῶ τὰς προόδους ποιήσασθαι καὶ καταλαβεῖν τὸ ὑμέτερον δικαστήριον καὶ ἀνεύθυνον ἐμαυτὸν ἀποδεῖξαι πάντων τῶν μάτην κατʼ ἐμοῦ κατηγορημένων παρὰ τῶν συκοφαντεῖν με ἐθελόντων καὶ τὸ δημόσιον διασκορπίζειν.Cross-references (3)
- TM-Text 15336 primary
- DDbDP-Text p.hamb;3;230 tier-1
- HGV-Text 15336 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.