no image
DDbDP-text
[r]
Διονυσίωι τῶι πρὸς ταῖς συντάξεσι καὶ ἡγεμόνι
παρὰ Φιλίνας Ἀργαίου Μακέτας. ἀδικοῦμαι ὑπὸ
Λεοντίσκου τοῦ ἐμοῦ υἱοῦ.[…]οστησάσης γάρ μου
τούτου ἠνάγκασμαι τὴν ἐπὶ σὲ καταφυγὴν ποήσασθαι[…] καταγνούς μου διὰ τὸ
γυναῖκα[…]τοῦ κα ἔτους πορευθεὶς πρὸς
[…]…κην τὴν καθήκουσαν[…] δεκαρουρίαν ἐμὲ
[…] τῷ ἐμῷ ὀνόματι
[…]ατο ἄλλας πυρῶν
ἀρτάβας[…]πεντε . καὶ α…το ὑπο
[…]…[…]…[…]ν
… […]…ο…ν ἐπὶ
… […]τοῦ Ἡρακλεοπολίτου νομοῦ διʼ ὠνὴν γενομένην διὰ τοῦ ἐν Ἡρακλέους
πόλει ἀγορανομείου, καὶ οὐκ ἀρκεσθεὶς ἐπὶ τούτοις
ᾤχηται ἔχων καὶ τὴν τῆς προγεγραμμένης μου
δούλης θυγατέρα ὑπονοῶν καὶ ταύτην ἀποδώσεσθαι. ἀξιῶ οὖν, ἐάν σοι φαίνηται, καθʼ ὃ καὶ
τοῖς λοιποῖς ὑπομνήμασι καὶ ποιῶν, μὴ
ὑπεριδεῖν μʼ ὑπὸ τοῦ ἀγνώμονος υἱοῦ καταβραπευθῆναι, ἀλλὰ γράψαι παραχρῆμα
Σωγένει τῷ ἐπιστάτῃ ἀποστεῖλαι
τὸν Λεοντίσκον ἐπὶ σὲ πρὸ τοῦ τὸ κοράσιον
πραθῆναι, ἵνα ἐὰν παραδεικνύω τὰ διὰ τοῦ
ὑπομνήματος ὄντα ἀληθῆ, ἐπαναγκάσῃς
αὐτὸν ἀποδοῦναί μοι τὸν σῖτον καὶ τὸ κοράσιον, τὴν δὲ πεπραμένην παιδίσκην
μεσιδιωθῆναι δ[…] τούτου γὰρ γενομένου ἔσομαι διὰ σὲ τοῦ[…]…ου τετευχυῖα.
εὐτύχει.
Σωγένει· παραγγεῖλαι τῷ Λεοντίσκῳ
παραχρῆμα ἀπαντᾶν πρὸς ἡμᾶς.
ἐὰν δὲ στραγεύηται, μὴ ἐπιτρέψῃς.
ἔτους κβ Φαμενὼθ κ.
ἔτους κβ Φαμενὼθ λ. Διονυσίωι. ἐκόμισεν
ἡμῖν Φιλίνα Ἀργαίου Μακέτα κατὰ
Λεοντίσκου τοῦ ἑαυτῆς υἱοῦ ὑπόμνημα παρὰ σοῦ κεχρηματισμένον ἔχον
ὑπογραφὴν παραγγεῖλαι αὐτῶι ἀπαντᾶν πρὸς σὲ παραχρῆμα, ἐὰν δὲ στραγεύηται, μὴ ἐπιτρέπειν αὐτῶι. παρήγγελται αὐτῷ διʼ Ἑρμογένου τοῦ παρὰ
Πτολεμαίου τοῦ ὑπο…[…]τρ[…]πηναι Ἑρμο
[… ? lines lost …]
[v]
ΣωγένειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.