no image
DDbDP-text
[r]
Διονυσίωι βασιλικῶι
γραμματεῖ
παρὰ Παχᾶτος
βασιλικοῦ γεωργοῦ
ἐκ κώμης Τιντήρεως
γεωργοῦντος μερίδα
Εὐ…ι… τοῦ κλήρου …[…]
περὶ Πῶιν τὴν μεγάλην.
καταβάντος μου
γράψον Κυδίαι ὅπως συντάξηι
εἰς ἣν γεωργῶ μερίδα
καταστῆσαι
ἐκ τοῦ προγεγραμμένου
Φαρμοῦθι κ…
κλήρου τῆι κε τοῦ
Φαρμοῦθι τοῦ κγ ἔτους
εὑρίσκω τὰ Σελεύκου
ἀρχιφυλακίτου ἐκ
Τιντήρεως πρόβατα
κατανέμοντα ἐν αὐτῆι
εἰς ἀρούρας χόρτου ιϛ …τολου τὰ καὶ προκατανενεμηκότα κατὰ χειμῶνα.
ὅθεν παραλαβόντος μου
Ψενοβάστιν καὶ Ἐρασῦθιν
φυλακίτας τῆς αὐτῆς
βουλόμενος παραδοῦναι
αὐτοῖς τὰ πρόβατα
ὁ Σέλευκος καὶ ὁ τούτου
υἱὸς Πτολεμαῖος καὶ
ὁ γαμβρὸς Ἑριεὺς τῶν παρὰ
Ἀσφέως σπασάμενοι
μάχαιραν κατέτυπτον
ἡμᾶς μέχρι τοῦ εἰς φυγὴν
ὁρμῆσαι. ἀξιῶ οὖν σε
τὸν προσήκοντα λόγον
ποιήσασθαι.
εὐτύχει.
[v]
Κυδίαι στρατηγῶι.
τοῦ δεδομένου ἡμῖν ὑπομνήματος παρὰ
Παχῶτος βασιλικοῦ γεωργοῦ τῶν ἐκ κώμης
Τιντήρεως περὶ ἧς προφέρεται
συντετελέσθαι βίας Σέλευκον
καὶ τοὺς ἄλλους τοὺς σημαινομένους
τὸ ἀντίγραφον ὑπόκειται. ἐὰν οὖν φαίνηται σύνταξον
καταστῆσαι αὐτόν.
ἔτους κγ Φαρμοῦθι κζ ὑπόμνημα Μαχάτου βασιλικοῦ γεωργοῦ
περὶ ἀρουρῶν ιϛ κατανενεμημένων
ὑπὸ τῶν Σελεύκου προβάτωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.