no image
DDbDP-text
[… ? lines lost …]
Ἐπιμάχῳ καὶ Θέωνι βιβλιοφύλαξιν
παρὰ[…]Πεσούριος τοῦ
Σουσίριος μητρὸς Θε…[…]τῆς
[…]…ς τῶν ἀπʼ Ὀξυρύγχων
πόλεως. ἀπογράφομαι πρώτως
κατὰ τὰ προστεταγμένα[…]τὸ
κατηντηκὸς εἴς με καὶ ὑπάρχον
μοι εἰς τὴν ἐνεστῶσαν ἡμέραν
ἐξ ὀνόματος τοῦ προγεγραμμένου μου πατρὸς Πεσούριος τοῦ
Σουσιρι[…] τῶν ἀπὸ τῆς αὐτῆς πόλεως μετηλλαχότος τῷ[…]
ἔτει Δομιττιανοῦ Καίσαρος τοῦ
κυρίου ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Ἱπποδρόμου ἥμισυ μέρος οἰκιῶν
τριῶν, μιᾶς μὲν διστέγου […]
ου, ἑτέρας δὲ τριστέγου καὶ ἄλλης διστέγου, καὶ ὑπο[…]
των εἰς πάντα εἰσόδων καὶ ἐξόδων καὶ τῶν συνκυρόντων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τοὺς
ὁμογνησίους μου ἀδελφοὺς
Πετσῖριν καὶ Τα[…]ὄντας ἀφήλίκας ἀκολούθως τοῖς δικαίοις πᾶσι. ἔτους ϛ Αὐτοκράτορος
Καίσαρος Δομιττιανοῦ Σεβαστοῦ
Γερμανικοῦ μηνὸς[…]
δευτέρας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.