no image
DDbDP-text
Αὐρήλιος Εὐδαίμων
Αὐρηλίοις Κασίωι καὶ Ἱέρωνι
τοῖς φιλτάτοις χαίρειν.
μαρτυρήσει ὑμῖν ὁ Πατειεῖς
τὴν γενομένην ὑπὸ τοῦ
στρατηγοῦ ἐν τῷ χώματι ἐπίστασιν. ὥστε οὖν
καὶ ὑμεῖς παρʼ ἕκαστα
πέμπετε εἰς τὸ χῶμα
τοὺς κωμήτας εἰδότες, ὅτι τοῦτο συνφέρει τῷ πράγματι.
τοὺς πρεσβυτέρους
ποιῆσαι ἐκθεῖναι
τὸ κατὰ τὸν διάκονα.
ἐρρῶσθαι ὑμᾶς εὔχομαι.
χαῖρε, ἄδελφε.
περὶ τῶν ἔργων μελέτω σοι, καὶ ποίησον
τοὺς πρεσβυτέρους
ἀπαλλάξαι τὸν διάκονα. τοῦ ποτισμοῦ μελέτω σοι. ἔρρωσθε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.