no image
DDbDP-text
Circulars of a Strategus and Dioecetes via HGV-meta
Linked by Trismegistos ID
TM 21819.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἁρποκρατίων στρατηγὸς Ὀξυρυγχίτου δεκαπρώτοις τοῦ νομοῦ χαίρειν.
τῆς γραφείσης ἐπιστολῆς εἰς κοινὸν ἡμῖν στρατηγοῖς καὶ δεκαπρώτοις τῆς Ἑπτανομίας καὶ Ἀρσινοΐτου
ὑπὸ Οὐλπίου Αὐρηλίου τοῦ κρατίστου διοικητοῦ περὶ τῆς τῶν χωμάτων ἀπεργασίας καὶ τῆς τῶνδιωρύχων ἀνακαθάρσεως ἀντίγραφον ἐπιστέλλεται ὑμῖν, φίλτατοι, ἵνα εἰδῆτε καὶ τοῖς γραφεῖσιν ἀκολουθῆτε. ὃς δʼ ἂν πρότερος ὑμῶν κομίσηται τόδε τὸ ἐπίσταλμα τοῖς λοιποῖς μεταδότω. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι·
ἔτους γ τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Φαρμοῦθι […]
Οὔλπιος Αὐρήλιος στρατηγοῖς καὶ δεκαπρώτοις Ἑπτανομίας καὶ Ἀρσινοΐτου χαίρειν. τοῦ καιροῦ τῆς τῶν
χωμάτων ἀπεργασίας καὶ τῆς τῶν διωρύχων ἀνακαθάρσεως ἐνεστηκότος παραγγέλλειν ὑμῖν ἀναγκαῖον ἡγησάμην διὰ τῶνδε τῶν γραμμάτων ὡς χρὴ σύμπαντας τοὺς γεωργοὺς[…]
ταῦτα ἀπεργάζεσθαι ἤδη μετὰ πάσης προθυμίας ἐπὶ τὰ διαφέροντα αὐτοῖς π…[…] πρὸς τὸ δημοσίᾳ τε
πᾶσιν καὶ ἰδίᾳ ἑκάστῳ συμφέρον· τὴν γὰρ ἀπὸ τῶν ἔργων τούτων γεινομένην ὠφελίαν πάντας εἰδέναι πέπεισμαι. ὅθεν διὰ φροντίδος ὑμῖν τοῖς στρατηγοῖς καὶ τοῖς δεκαπρώτοις γενέσθω ἐπεῖξαι μὲν ἅπαντας ἀντιλαβέσθαι τῆς ἀναγκαιοτάτης ταύτης ἐργασίας, αἱρεθῆναι δὲ τοὺς εἰωθότας εἰς τοῦτο χειροτονεῖσθαι ἐπιμελητὰς ἐξ ἀρχόντων ἢ καὶ ἰδιωτῶν τοὺς ἀναγκάσοντας ἑκάστους τὰ προσήκοντα ἔργα αὐτοῖς σώμασιν ἀποπληρῶσαι κατὰ τὸν δοθέντα ὅρον ἐν τῇ τοῦ ἀποτάκτου συστάσει ἄνευ τινὸς ἀπεχθείας ἢ χάριτος, ὥστε ἐπενεχθῆναι εἰς τὸ τεταγμένον ὕψος τε καὶ πλάτος τὰ χώματα καὶ τοὺς διακόπους ἀποφραγῆναι πρὸς τὸ δύνασθαι ἀντέχειν τῇ ἐσομένῃ εὐτυχῶς πλημύρᾳ τοῦ ἱερωτάτου Νείλου, τάς τε διώρυχας ἀνακαθαρῆναι μέχρι τῶν καλουμένων γνωμόνων καὶ τοῦ συνήθους διαστήματος, ἵνα εὐμαρῶς τὴν ἐσομένην τῶν
ὑδάτων εἴσροιαν ὑποδέχοιντο πρὸς ἀρδείαν τῶν ἐδαφῶν, τούτου κοινωφελοῦς τυγχάνοντος, μηδένα δὲ
ἀντὶ τῶν ἔργων ἀργύριον τὸ παράπαν πράττεσθαι. ἐὰν γὰρ τοιοῦτο ἐπιχειρῆσαι τολμήσῃ ἢ τῶν προστεταγμένων ἀμελήσῃ, ἴστω ὅτι ὡς λυμαινόμενος τοῖς ἐπὶ τῇ σωτηρίᾳ συνπάσης τῆς Αἰγύπτου προῃρημένοις οὐ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ αὐτῆς τῆς ψυχῆς τὸν ἀγῶνα ἕξει. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους γ […]
Αὐρήλιος Σιλβανὸς ὑπηρέτης ἐπήνεγκα ἔτους γ Φαρμοῦθι ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.