no image
DDbDP-text
Linked by Trismegistos ID
TM 44546.
Each record below describes this same artifact or text from a different angle.
[II]
[r]
[column ii]
Θεόδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος. ἐξ ἐπιστολῆς
γραφείσης μοι ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Σεμπρωνίου Λιβεράλιος
περὶ τῆς ἀπὸ ὑπολόγου μισθουμένης ἀντίγραφον δημοσίᾳ προέθηκα, ἵνα πάντες εἰδῶσι τὰ
διατεταγμένα. σεσημείωμαι. ἔτους ιθ, Ἐπεὶφ ιδ.
Σεμπρώνιος Λιβερᾶλις στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοίτου χαίρειν.
διαλογιζόμενος τὴν κάτω χώραν ἐνετεύχθην ὑπὸ πολλῶν φασκόντων μισθωσαμένους αὐτοὺς ἐκ τῆς λεγομένης
ὑπολόγου γῆς ἐπηρεᾶσθαι ὑπό τινων προσθήκας δεδωκότων μετὰ τὸν πρῶτον
ἢ καὶ δεύτερον τῆς μισθώσεως ἐνιαυτὸν
καὶ οὕτως τῆς γεωργίας ἐγβεβλῆσθαι
ἤδη εἰς τὴν κατεργασίαν τῆς γῆς ἱκανὰ
ἀνηλωκότας ἐλπίδι τοῦ δυνήσασθαι
τοῖς ἑξῆς ἔτεσι καὶ τὰ προαναλωμένα
ἀπολαβεῖν. κινηθεὶς οὖν ταύτῃ αὐτῶν
τῇ δικαιολογίᾳ προσῆκον ἡγησάμην καθολικήν τινα περὶ τούτου ποιήσασθαι
διάταξιν, ἐξ ἧς ἡγοῦμαι καὶ τοὺς φιλεργεῖν
βουλομένους τὰ δίκαια ὀφεληθήσεσθαι
καὶ τοὺς ἐπ’ ἐπηρείᾳ προσιόντας ταῖς μισθώσεσι παύσασθαι· καὶ οὐ μάλιστα
[…]… ἀναγκαῖόν ἐστιν πολλὴν δημοσίαν γῆν τῆς ἐν χέρσῳ οὔσης ἐν …
[…]…ς ἐν χέρσῳ ἀναγέτωσαν […] …
[… ? lines lost …]
[III]
[v]
[column i]
ἐπὶ τῇ …[…] αἱρέσει παραδίδοσθαι· τὴν γὰρ
ἐλάττονος ἐπιδεχομένην ἀκόλουθόν
ἐστιν καὶ προκηρύσσεσθαι κατ’ ἔτος καὶ ὁρίζεσθαι καθὰ καὶ πρότερον ἐγίγνετο. τύχῃ
οὖν ἀγαθῇ οἱ βουλόμενοι προσίτωσαν
ὑποσχέσεις διδόντες ἃς δημοσίᾳ προθέντες …δη τὰς προκηρύξεις ποιεῖσθαι, ὅ πως ἡ φιλεργία κατὰ τὸν προσήκοντα
καιρὸν γενέσθαι δύνηται. ταύτης μου
τῆς ἐπιστολῆς ἀντίγραφον προτεθῆναι βούλομαι ἔν τε ταῖς μητροπόλεσι καὶ καθ’ ἑκάστην
κώμην ὡς πάντας εἰδέναι τὰ διατεταγμένα. ἐρρῶσθαί σε βούλομαι. ἒτους ιθ, Παῦνι κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.