no image
DDbDP-text
[r]
διὰ τὸν Θεόν, κῦρι ἄδελφε, πάντως πάντως τῇ εἰκάδι
τοῦ παρόντος μηνὸς τὴν καταβολὴν τῶν χωρίων,
τουτέστιν Σεφω καὶ Ταμπετι καὶ Παλώσεως καὶ Πουσέμπους
καὶ Λιλη καὶ Ὤφεως πέμψον. ἐπειδὴ οὐκ ἐθέλησα
πέμψαι ἐνοχλῶν αὐτῇ ἐπιστάμενος, ὅτι τὸ πρᾶγμα
ὑμῶν ποιεῖτε, ἀλλ’, ὡς εἶπον, τῇ εἰκάδι τοῦ παρόντος
μηνὸς πέμψον εἰς πλῆρες επ…[…]…κ…ον. ἐὰν μὴ
πέμψῃς, δότε ν…, ἐὰν μὴ, ὁ Θεὸς βοηθήσῃ,
διδομένους ὑμᾶς ἐπαίρουσι εἰς τὸ Φόσσατον. †
[v]
† τῷ τὰ πάντα περιβλέπτῳ μου ἀδελφῷ γνησίῳ φίλῳ Ἀππακύρῳ κόμετι
καὶ χαρτουλαρίῳ Βίκτωρ σὺν Θεῷ …αρχικόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.