no image
DDbDP-text
Eingabe via HGV-meta
Petition to a centurion about a wife who left taking household goods. Petition to the centurion Claudius Alexander from Panetbeus, a public farmer of Theadelphia, complaining that his partner left his house without a formal separation, taking household goods and farm tools, and has now married Neilos son of Syros. He asks that both be summoned so he can obtain justice and recover his property. machine translation
Linked by Trismegistos ID
TM 31479.
Each record below describes this same artifact or text from a different angle.
Κλαυδίῳ Ἀλεξάνδρῳ ἑκατοντάρχῳ
παρὰ Πανετβηοῦτος δημοσίου γεωργοῦ ἀπὸ κώμης Θεαδελφίας. ἡ συνοῦσά μοι γυνὴ […]ἐξ ἧς καὶ ἐπαιδοποίησα, ἀλλότρια
φρονήσασα τῆς πρὸς μὲ συνβιώσεως εὐκαιρίαν λαβοῦσα τὴν ἀπουσίαν μου ἐξῆλθέ μου τῆς οἰκίας πρὸ[…] μηνῶν δίχα τῆς καλουμένης
ἀπαλλαγῆς […]…ν βαστάξασα τά τε ἑαυτῆς καὶ
πλεῖστα τῶν ἡμετέρων, ἐν οἷς ἦν ἱμάτιον μέγα
λευκὸν ἄγναφον καὶ κερβικάριον Ὀξυρυγχιτικὸν
καὶ διλάσσιον ἐπικάρσιον καὶ σύνεργα χιτώνων
δύο καὶ υ…[…]καὶ ἕτερα γεωργικὰ ἐργαλεῖα.
καὶ πλεονάκις προσπέμψαντός μου αὐτῆι βουλομένου τὰ ἡμέτερα ἀπολαβεῖν ἥδε ἀνεπιστρεπτήσασα οὐδὲν ἀπέδωκεν καίτοι χορηγήσαντός
μου αὐτῆι τὰ ὑπὲρ τοῦ παιδίου τροφεῖα. ἐπεὶ οὖν νῦν
ἔμαθον Νεῖλόν τινα Σύρου ἀπὸ τῆς αὐτῆς κώμης
ἀνόμως συναρπάσαντα αὐτὴν καὶ γήμαντα ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτήν τε καὶ τὸν Νεῖλον
ἐπὶ σὲ πρὸς τὸ δυνηθῆναί με ἐκδικίας τυχεῖν
καὶ τὰ ἡμέτερα ἀπολαβεῖν καὶ ὦ βεβοηθημένος.
διευτύχει.
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.