no image
DDbDP-text
Enteuxis via HGV-meta
Linked by Trismegistos ID
TM 3073.
Each record below describes this same artifact or text from a different angle.
τὸ προ γεγραμμένον πλῆθος. ἐὰν δέ τι ἀπολείπηι, προσδέξεται τῆς αὐτῆς τιμῆς καὶ ἐπὶ τούτοις συνφωνησάντων ἡμῶν καὶ ἀρραβῶνά μου διδόντος χαλκοῦ δραχμὰς σ συνέταξεν παραριθμῆσαι Γλαύηκηι τῆι γυναικὶ αὐτοῦ, ἃς καὶ εὐθέως ἔδωκα. τοῦ δὲ λοιποῦ τῆς τιμῆς κατέστησα ἀνάδοχον Ἀμεννέα τινὰ τῶν αὐτόθι ἐνπόρων, ὃν καὶ αὐτὸς εἵλετο. ὃς ἀνεδέξατο ἀποδώ σειν αὐτῶι τὸ πρόσλοιπον ἕως τῆς λ τοῦ Μεσορὴ κομιζομένου μου τὸν οἶνον, καὶ ἀπὸ τοῦ οἴνου τούτου εὐθέως ἐξενέγκας κεράμια β κατεσφραγισάμην τό τε ταμιεῖον καὶ τὴν κλεῖδα. ὑπογύου δὲ γενομένου τοῦ καιροῦ καὶ ἀποδι δόντων ἡμῶν αὐτῶι τὸ λοιπόν, ὅπως κομισάμενοι τὸ φορτίον διατιθώμεθα, οὐ προσ έσχεν ποτὲ μὲν φάμενος πρῶτον τὴν συμβολὴν ποιήσεσθαί με, ποτὲ δὲ ἐξ ἐπι γραφῆς τε ἐωνῆσθαι, ταῦτα δὲ πράσσειν πρὸς τὸ καταφθεῖραί με καὶ μὴ βούλεσθαι τὸν οἶνον ἀποδιδόναι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Πειθολάωι τῶι στρατηγῶι ἀνακαλεσάμενον τὸν Κλεῖτον ἐπισκέψασθαι καὶ ἐάνπερεἰάνπερ φαίνωμαι ἐπὶ τούτοις ἐωνημένος ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὸν οἶνον. ἐὰν δὲ ἀντι λέγηι ἐξ ἐπιγραφῆς με ἠγορακέναι δοῦναί μοι τὰ πιστὰ ἐν τῶι Ἡρακλείωι καὶ τὸν οἶνον ἀποδοῦναι, ὅπως ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τὸν πάντων βοηθὸνβοιηθὸν καὶ εὐεργέτην, τύχω τοῦ δικαίου. εὐτύχει. Ζωίλωι ἔφασαν μὴ ἐπιδημεῖν τὸν Κλεῖτον. στ διοτ ουπνααρροντα τὴν τιμὴν λλων αλλδοκησαιτνπειοτμετον ἐὰν δὲ μὴ ἐφʼ οἷς εν ἐὰν δὲ μὴ ὀμόσηι, ἀποτεισάτω ηαταιαισαντα ἀνὰ κεράμιον τόκου δραχμῶν β ὥστʼ εἶναι τὸ αται διάφορον παρὰ τουαρασαι ὅρκου. Ἀσκληπιάδου ἔτους β Γορπιαίου ιζ Τῦβι ιζ παραγενομ εναλεις ὅρκου ἐπακολουθῆσαι τῶι ὅρκωι ἀπο ἐὰν λαβόντα παρὰ τοῦ Κλείτου δραχμὰς Αρ παρατεταανιου μετρητὰς καὶ Κλεῖτον εντησαι και αιασηη πατς αὐτοῦ αὐτοῦ Τῦβι ιζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.