no image
DDbDP-text
διὰ πολλοῦ χρόνου ἐπιστολὰς παρὰ τῆς ὑμετέρας ἀδελφικῆς μεγαλοπρεπείας οὐκ ἐδεξάμην, ὅμως δὲ χαρᾷ ἐχάρην ὥστε καὶ σὺσο τοιαύτης προαιρέσεως ἔσχες πρὸς ἐμέ. Θέλησον δὲ γράψαι μοι διὰ τὴν κυρίανκύραν Εὐτροπίαν, ἐπειδὴ πάνυ θλίβομαι εἰς τοῦτο, καὶ πολλά σε ἀσπάσομαι. ἐξ ἐμοῦ δὲ προσκυνήσῃς τὴν γυναῖκά σου μίαν καὶ τὸ γλυκύτατον αὐτῆς τέκνον Σύρον φίλον ἐμὸν καὶ τὴν ἐμὴν θυγατέρα καὶ τὴν Ἀμαρκαδοῦν. ἐγὼ δὲ Βίκτωρ ὁ ὑμέτερος οἰκεῖος πολλὰ τὰ σεβάσμια ἴχνη τοῦ ἐμοῦ δεσπότου προσκυνῶ. ἐπίδος σὺν θεῷ τῷ γλυκυτάτῳ ἀδελφῷ seal Τιμοθέῳ σὺν θεῷ κόμετι παρὰ ΘεοτίμαςΘεοτίμα ἀδελφῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.