no image
DDbDP-text
Exchange of Ownership Rights via HGV-meta
Linked by Trismegistos ID
TM 20292.
Each record below describes this same artifact or text from a different angle.
[r]
ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαουίου Σαλλουστίου τοῦ λαμπροτάτου ἐπάρχου
τοῦ ἱεροῦ πραιτωρίου Παχὼν κζ ζ νέας ἰνδικτίονος […] ἀντικαταλλαγή
Αὐρήλιος Ψενπνούθης Παχουμῶντος μητρὸς Ἀγάπης ὡς ἐτῶν νε οὐλὴν ἔχων ἐπὶ[…]ης
ἀριστεροῦ ποδὸς ἀπὸ κώμης Συνορίας τοῦ Πανοπολίτου καταμένων ἐν κώμῃ Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ
Ὥρῳ Παμοῦρ διὰ τοῦ αὐτοῦ πάππου κατὰ πατέρα Αὐρηλίου Ψάιτος Παμοῦρ μητρὸς Τεκύσιος ὡς ἐτῶν[…]οὐλὴν ἔχοντος ἐπὶ πλαγίας ἀντικνήμης ἀριστεροῦ ποδὸς ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως Ὀάσεως Μεγάλης χρηματίζοντος ὑπὲρ τοῦ υἱωνοῦ
Ὥρου καὶ τοῦ υἱοῦ Παμοῦρ Αἰγυπτίων λεγομένων ἐπιδημήσαντος τῇ αὐτῇ κώμῃ Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ ἀλλήλοις χαίρειν.
ὁμολογοῦμεν ἀντικατηλλάχθαι πρὸς ἀλλήλους ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ἐλθὸν εἰς σὲ[…]ἀπὸ κληρονομίας τῆς μητρός σου, ἀπόντος σοῦ τε καὶ τοῦ πατρός σου Παμοῦρ ἐν τῇ Ὀάσει τυγχανόντων χρηματιζόντων διὰ τοῦ πάππου
Ψάιτος μέρος ἕκτον ἐπαύλεως ὂν σὺν τῇ […] …… ἐν τοῖς νοτίνοις μέρεσι κώμης Ἀφροδίτης κατὰ κοινωνίαν ἐμοῦ τοῦ Ψενπνούθου· γείτονες δὲ τῆς ἐπαύλεως ἴσης ἡμισείας νότου χωρήματα, βορρᾶ ῥύμη δημοσία ἐν ᾗ ἀνέῳγεν ἡ θύρα καταντικρὺ τῆς αὐτῆς οἰκίας, ἀπηλιώτου Παχουμίου μαύρου ἕρκοι , λιβὸς η[…]οἰκόπεδα
Βήσιος ἀποπουλεως ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν[…]… ἐγὼ δὲ ὁ Ψενπνούθης …[…]ἀντικαταλλάχθαι
τὸ ἐλθὸν εἰς ἐμὲ ἀπὸ δικαίου πράσεως …[…] … […]κατὰ τὴν γεγενημένην διαίρεσιν πρὸς ἕκαστον …… ματι καὶ …ρίοις …[…]γείτονες δὲ καὶ
τῆς ὅλης οἰκίας καὶ τοῦ χωρήματος …[…] ῥύμη δημοσία …ην ὀπίσω … […]σὺν τῇ
παλαιᾷ οἰκίᾳ Ἡρ…νίου Θεοδώρου, λιβὸς χωρήματα ἄλλων ἢ οἳ ἂν ὦσι γείτονες πρὸς τὸ ἀπεντεῦθεν
ἕκαστον ἡμῶν κυριεύειν καὶ δυναστεύειν καὶ δεσποτεύειν καὶ οἰκονομεῖν τῶν κατηλλαγμένων καὶ ἀνοικοδομεῖν καὶ βεβαιώσομεν ἀλλήλοις πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἐμοί τε καὶ τοῖς ὑπὲρ ἐμοῦ ἀποστήσειν ἐξ ἰδίου ἀναλώματος, τὸν δὲ … τοῖς τοῦ …αμ…[…] καὶ ἐνμένειν πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. ἡ καταλλαγὴ […]πλῆ γραφεῖσα ὁμότυπος κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Ὧρος Παμοῦρ διʼ ἐμοῦ τοῦ πάππου κατὰ πατέρα Αὐρηλίου Ψάιτος Παμοῦρ ὁ προκείμενος ἀντικατήλλαξα τὸ ἕκτον μέρος
ἐπαύλεως σοὶ Ψενπνούθῃ καὶ …… βεβαιώσω σοι πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος[…]δης
Σαρμάτου ἀπὸ Ἀφροδίτης ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ψενπνούθης Παχουμῶντος ὁπροκείμενος
κατήλλαξα καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει καὶ εὐδοκῶ πᾶσι τοῖς ἐγγεγραμμένοις ὡςπρόκειται. ἀξιωθεὶς
ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Φλάυιος Κολλοῦθος[…]καὶ μαρτυρῶ.
[v]
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.