no image
DDbDP-text
Sale of Half of a Foal via HGV-meta
Sale of a half share in a white foal. A contract in which Aurelius Tou son of Besaponyx of Keramion sells his half share in a white foal to Aurelius Horos son of Mersis of Kellis for 2 1/2 talents, paid in full. A villager of Kellis signs for the illiterate seller; the sale is dated by the consuls of AD 315 and Egyptian month Mecheir. machine translation
Linked by Trismegistos ID
TM 20296.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιος Τοῦ Βησαπώνυκος ἀπὸ κώμης Κεραμίων τῆς Μωθιτῶν πόλεως Αὐρηλίῳ Ὥρῳ Μέρσιος ἀπὸ κώμης Κέλλεως τῆς
αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν
ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι ἡμίσειανπώλου
λευκοῦ τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀνεπίλημπτον ἐλθόντα εἰς ἐμὲ ἀπὸ[…] γεννήσαντος μου τιμῆς τῆς συμπεφωνημένης ἀλλήλοις ἀργυρίου Σεβαστῶν νομίσματος ἐν νούμμοις τάλαντα δύο δραχμὰς Γ, γίνεται τάλαντα β δραχμαὶ Γ, ἅπερ ἀπέσχον παρὰ σοῦ σήμερον
διὰ χειρὸς ἐκ πλήρους. εὐδοκῶ καὶ πέπεισμαι καὶ βεβαιώσω
πάσῃ βεβαιώσει πρὸς τὸ ἀπὸ τοῦ νῦν σε ἐπικρατεῖν καὶ κυριεύειν
τὸν ὠνούμενον τοῦ πεπραμένου σοι ὑπʼ ἐμοῦ ἡμίσεως πώλου ν[…]
[…]…αλλην …[…]…[…]ν ὑπὲρ τοῦ μέρους σου τὸ προκείμενον
μέρος καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ …[…]
ᾧ ἐὰν αἱρῇ τρόπῳ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι τῷ ἀποδομένῳ διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. κυρία ἡ πρᾶσις[…]πλῆ γραφεῖσα ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος ἔστω
καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς
ὡμολόγησα.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου
Σεβαστῶν τὸ δ Μεχεὶρ κε κατʼ Αἰγυπτίους.
Αὐρήλιος Τοῦ Βησαπώνυκος Αὐρηλίῳ Ὥρῳ τῷ προκειμένῳ·
πέπρακά σοι τὴν ἡμίσειαν πώλου καὶ ἀπέσχον τὴν τιμὴν ταλάντα δύο ἥμισυ ἐν νούμμοις νομίσματος, γίνεται τάλαντα β δραχμαὶ Γ καὶ βεβαιώσω σοι ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὡς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ψάις …δ[…]ιος
ἀπὸ κώμης Κέλλεως.
[v]
πρᾶσις ἡμίσεως πώλου Τοῦ ΒησαπώνυκοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.