no image
DDbDP-text
Sale of a Donkey via APIS-papyrus
Sale of a white male donkey with pack-saddle. A contract of sale written on an ostracon at Berenike on the Red Sea in AD 61, in which Horos son of Komaros sells a white male donkey with its pack-saddle to Nektharautes son of Haryothes for 160 silver drachmas. Horos guarantees the buyer against any later claims and adds his own signed confirmation. machine translation
Linked by Trismegistos ID
TM 89151.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἐν Βερενίκηι τῆι πρὸς τῆι ἐρυθρᾶι θαλάσσηι ἔτους ζ ἱεροῦ Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεσορὴι β· Ὧρος Κομάρου τοῦ Γερμύλλου
Νεκθαραῦτι Ἁρυώθου χαίρειν· ὁμολογῶ πεπρακέναι σοι καὶ ἀπεσχηκέναι με
παρὰ σοῦ ἐνταῦθα διὰ χειρὸς ἐξ οἴκου τιμὴν τοῦ ὑπάρχοντός μοι ὄνου σὺν σάγματι ἄρρενος λευκοῦ τοῦτον τοιοῦτον ἀναπόριφον ἀργυρίου σεβαστῶν καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα, γίνονται ἀργυρίου ρξ, ἐὰν δέ τις σοὶ ἐνκαλέσηι ἢ ἐπελθῆι ἢ ἄλλος ὑπὲρ ἐμοῦ ἐπὶ σὲ ἢ ἐπὶ τοὺς παρὰ σοῦ μήτε αὐτὸν ἐμὲ μήτε τοὺς παρ’ ἐμοῦ τρόπῳ μηδενὶ ὑπὲρ τοῦ σημαινομένου
ὄνου ἢ τιμῆς αὐτοῦ ἢ μέρους, τὸν δὲ ἐπελευσόμενον ἐγὼ αὐτὸς
ἀποστήσω ἐπάνανκα τοῖς ἰδίοις δαπανήμασι ἢ ἐκτίσω ἣν μὲν εἴληφα παρὰ σοῦ τιμὴν παράχρημα ἀνυπερθέτως καὶ εἰς τὸ δημόσιον
τὰς ἴσας καὶ ὃ ἐὰν εἰσπραχθῇς τούτου χάριν ἢ δαπάνας ποιήσηι. ἥδε ὁμολογία ἥδεδε κυρία ἔστω τῆς πράσεως καὶ ἔννομος πανταχοῦ
ἐπιφερομένη ὡς ἐν δημοσίωι κατακεχωρισμένη. Ὧρος Κομάρου
τοῦ Γερμάλου πέπρακα καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς
ἑκατὸν ἑξήκοντα δραχμὰς ρξ τιμὴν τοῦ ὑπάρχοντός μοι ὄνον ἄρσενος
καθὼς πρόκειται. ἔτους ζ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
[…]…[…]…ριων… ἔτους ζ ἱεροῦ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμανικοῦ Αὐτοκράτορος Μεσορὴ β.
[… ? lines lost …]
[v]
λυδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.