no image
DDbDP-text
Grant of a Plot of Land via HGV-meta
Deed of gift of a building plot at Kellis. A deed of gift in which Aurelius Pausanias, a former magistrate of Mothis, grants Aurelius Psais son of Pamour a plot of land on the east side of the village of Kellis for building a house. It gives the plot's dimensions and neighbours and guarantees Psais's ownership; it was drawn up on 28 October 333 at Kellis in the Dakhla Oasis. machine translation
Linked by Trismegistos ID
TM 20300.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Παυσανίας Οὐαλερίου ἄρξας Μωθιτῶν πόλεως
Αὐρηλίῳ Ψάιτι Παμοῦρ ἀπὸ κώμης Κέλλεως τῆς
αὐτῆς Μωθιτῶν πόλεως χαίρειν.
ὁμολογῶ κεχαρίσθαι σοι χάριτι αἰωνίᾳ καὶ ἀναφαιρέτῳ
ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχόντων μοι ἐδαφῶν ἐξ ἀπηλιώτου κώμης Κέλλεως τόπον
πρὸς ἀνοικοδομὴν νότου καὶ βορρᾶ πηχέων τέκτονικῶν δεκαπέντε , ἀπηλιώτου καὶ λιβὸς πηχέων πέντε καὶ εἴκοσι . γείτονες· ἀπηλιώτου ἐδάφη ἐμοῦ Παυσανίου, λιβὸς καμηλὼν Ὥρου Μέρσιος, νότου οἰκία σου καὶ υἱοῦ καὶ[…]
σου, βορρᾶ ῥύμη δημοσία, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν,
πρὸς τὸ ἐξεῖναί σοι ἐπικρατεῖν καὶ κυριεύειν αὐτοῦ καὶ
διοικεῖν καὶ οἰκονομεῖν περὶ τοῦ χαρισθέντος σοι τόπου
ἑκουσίᾳ γνώμῃ τρόπῳ ᾧ ἂν αἱρῇ, τῆς βεβαιώσεως
ἐξακολουθούσης μοι διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. κυρία ἡ χάρις ἁπλῆ γραφεῖσα ἐφʼ
ὑπογραφῆς μου ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη
καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας Φλαυίου Δελματίου ἀδελφοῦ τοῦ δεσποτοῦ ἡμῶν
Κωνσταντίνου Αὐγούστου καὶ Δομεττέου Ζηνοφίλου τῶν
λαμπροτάτων Ἁθὺρ α.
Αὐρήλιος Παυσανίας Οὐαλερίου ἄρξας κεχάρισμαι
τὸν προκείμενον ψιλὸν τόπον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς
ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.