no image
DDbDP-text
Grant of a Plot of Land via HGV-meta
Deed of gift of a building plot at Kellis from Pausanias to Psais. A deed of gift in which Aurelius Pausanias, a former magistrate of Mothis, grants Aurelius Psais son of Pamour a building plot of 15 by 25 cubits on the east side of the village of Kellis. It was drawn up on 28 October 333 and signed by Pausanias. machine translation
Linked by Trismegistos ID
TM 20301.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Παυσανίας Οὐαλερίου ἄρξας Μωθιτῶν πόλεως
Αὐρηλίῳ Ψάιτι Παμούριος ἀπὸ κώμης Κέλλεως τῆς αὐτῆς
Μωθιτῶν πόλεως χαίρειν.
ὁμολογῶ κεχαρίσθαι σοι χάριτι αἰωνίᾳ καὶ ἀναφαιρέτῳ ἀπὸ
τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχόντων
μοι ἐδαφῶν ἐξἀπηλιώτου κώμης Κέλλεως τόπον
πρὸς ἀνοικοδομὴν, νότου καὶ βορρᾶ πηχέων τεκτονικῶν
δεκαπέντε , ἀπηλιώτου καὶ λιβὸς πηχέων εἴκοσι πέντε .
γείτονες· ἀπηλιώτου ἐδάφη ἐμοῦ Παυσανίου, λιβὸς καμηλὼν Ὥρου Μέρσιος, νότου οἰκία σου καὶ υἱοῦ καὶ …[…]…ν σου,
βορρᾶ ῥύμη δημοσία, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν,
πρὸς τὸ ἐξεῖναί σοι ἐπικρατεῖν καὶ κυριεύειν αὐτοῦ καὶ
ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ τοῦ χαρισθέντος
σοι τόπου ἑκουσίᾳ γνώμῃ τρόπῳ ᾧ ἂν αἱρῇ τῆς βεβαιώσεως ἐξακολουθούσης μοι διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομένου καὶ ἀντιποιησομένου. κυρία ἡ χάρις ἁπλῆ γραφεῖσα
ἐπὶ ὑπογραφῆς μου ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας Φλαυίου Δελματίου ἀδελφοῦ τοῦ δεσπότου ἡμῶν
Κωνσταντίνου Αὐγούστου καὶ Δομιττίου Ζηνοφίλου τῶν λαμπροτάτων
Ἁθὺρ α.
Αὐρήλιος Παυσανίας Οὐαλερίου ἄρξας ὁ προκείμενος ἐχαρισάμην τὸν προκείμενον ψιλὸν τόπον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.