no image
DDbDP-text
Sale of a Slave via HGV-meta
Sale of a house-born slave girl to the carpenter Tithoes. A contract of sale in which a couple from Kellis, Psais and his wife Tatoup, sell a house-born slave girl, whom Tatoup had nursed with her own milk, to the carpenter Tithoes for 2 gold solidi. It was written in the month Thoth of AD 362 at Kellis in the Dakhla Oasis, with a subscription by a literate former magistrate and two witnesses. machine translation
Linked by Trismegistos ID
TM 20275.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιοι Ψάις Πεκύσιος Παλιτοῦτος καὶ Τατοῦπ ἡ αὐτοῦ γυνή, ἀμφότεροι ἀπὸ κώμης Κέλλεως
τοῦ Μωθίτου νομοῦ καταμένοντες ἐν ἐποικίῳ Ε…[…]Αὐρηλίῳ Τιθοεῖ Πετήσιος τέκτονι ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογοῦμεν πεπρακέναι σοι καὶ καταγεγραφέναι ἀπὸ τοῦ
νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν δούλην χαμαίρετον τροφευθεῖσαν ὑπʼ ἐμοῦ τῆς
προκειμένης γυναικὸς τῷ ἐμαυτῆς γάλακτι τιμὴς τῆς πρὸς ἀλλήλους συνπεφωνημένης
δεποτικῶν ἁπλῶν νεοχαράκτων νομισματίων δύο, γίνεται νομισμάτια β, ἅπερ ἐδεξάμεθα παρὰ σοῦ διὰ χειρὸς πλήρη ἐφʼ οἷς εὐδοκοῦμεν πᾶσι τοῖς ἐγγεγραμμένοις πρὸς τὸ ἀπὸ τοῦ νῦν σε τὸν ὠνούμενον ἐπικρατεῖν
καὶ κυριεύειν καὶ δεσπόζειν τῆς πεπραμένης σοι δούλης καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν
περὶ αὐτῆς τρόπῳ ᾧ ἂν αἱρῇ, τῆς βεβαιώσεως ἐξακολουθούσης ἡμῖν τοῖς ἀποδομένοις διὰ παντὸς
ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. κυρία ἡ πρᾶσις δισσῆ γραφεῖσα ἐφʼ ὑπογραφῆς τοῦ
ὑπὲρ ἡμῶν ὑπογράφοντος βεβαία ἔστω καὶ ἔννομος πανταχοῦ ἐπιφερομένη καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.
ὑπατείας Μαμερτίνου καὶ Νεβουιέττα τῶν λαμπροτάτων, Θὼθ καθʼ Ἕλληνας.
Αὐρήλιος Ψάις Πεκύσιος καὶ Τατοῦπ γυνὴ οἱ προκείμενοι πεπράκαμεν τὴν προκειμένην δούλην ……
καὶ ἀπέσχομεν τὴν τιμὴν ἐν χρυσοῦ νομισματίοις δυσὶ καὶ βεβαιώσομέν σοι πάσῃ βεβαιώσει ὡς πρόκειται
καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Τιμόθεος
Ἁρποκρατίωνος ἄρξας ἀξιωθείς
Αὐρήλιος Δημοσθένης Πολυκράτους ἀπὸ κώμης Κέλλεως μαρτυρῶ.
Αὐρήλιος Ὡρίων Τιμοθέου ἀπὸ κώμης Κέλλεως μαρτυρῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.