no image
DDbDP-text
[r]
…τ[…]μιος ὁ σιτολογῶν τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον Ἀσκληπιάδει χαίρειν. ἐμβέβλημαι
μετὰ τῶν ἐπακολουθούντων ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστε εἰς σύνταξιν
τη[…]…[…] εἰς τὰ …[…]α ὑπὸ Ἀσκληπιάδου καὶ Νικάρχου
…[…]…ης ἀχαρακτ- οὗ μισθωτὴς …[…]…ιος ναύκληρος Ἀπολλώνιος ἀπὸ τῶν γενημάτων τοῦ κη ἔτους πυροῦ φορικοῦ ἀρτάβας χιλίας ἑξακοσίας γίνονται Ἀχ μέτρωι δοχικῶι τῶι
συμβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι, τὸ δὲ δεῖγμα συνσφραγισάμενοι
τῶι ναυκλήρωι πέπομφα εἰς τὸν δειγματισμόν. δακτυλίωι ὧι καὶ ὁ ἀπόστολος ἐσφράγισται.
ἔρρωσο ἔτους κθ Θωὺθ ιβ
Ἀπολλώνιος καὶ Ἀπολλώνιος οἱ ἀντιγραφόμενοι παρὰ βασιλικοῦ γραμματέως συνεμβεβλήμεθα καθὼς καὶ προγέγραπται πυροῦ ἀρτάβας χιλίας ἑξακοσίας γίνεται πυροῦ ἀρτάβας Ἀχ.
ἔρρωσο ἔτους κθ Θωὺθ ιβ
[v]
ἈσκληπιάδειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.