no image
DDbDP-text
Testament der Taharpaesis via HGV-meta
Linked by Trismegistos ID
TM 21204.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον.
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ…[…].
τάδε διέθετο νοοῦσα καὶ φρονοῦσα Τααρπαῆσις ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου
τοῦ ὁμοπατρίου ἀδελφοῦ Ἀπόλλωνος Ἀπολλωνίου τοῦ Ἀπολλωνίου
μητρὸς Διογενίδος ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν τῶν ἰδίων ἐξουσίαν πᾶν ὃ ἐὰν βούλωμαι περὶ αὐτῶν
ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήνδε τὴν διαθήκην. ὃ δʼ ἂν ἐπιτελέσω, κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσασα, καταλείπω κληρονόμους τὰ τέκνα
μου Πτολεμαῖον καὶ Βερενίκην καὶ Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον
τοὺς τρεῖς χρηματίζοντας μητρὸς ἐμοῦ, ἕκαστον δὲ αὐτῶν ἐὰν ζῇ, εἰ δὲ μή, τὰ τούτου τέκνα· τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκοπέδων ἐν μὲν
τῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Νότου Δρόμου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ
εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ τοῦ αὐτοῦ Ὀξυρυγχείτου ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψιλῶν τόπων περιτετειχισμένων καὶ
τετάρτου μέρους παραδείσου καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης πατρικοῦ μου ψιλοῦ τόπου περιτετειχισμένου ἐν ᾧ
οἶκος καὶ αὐλὴ καὶ εἰσόδων καὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγῖδι
σιτικῶν ἀρουρῶν τριῶν τετάρτου ὀγδόου ἑκκαιδεκάτου η ιϛ καὶ ἐκ τοῦ Ἀπολλωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσους τετάρτου
ὀγδόου δυοτριακοστοῦ καὶ περὶ Ὦφιν τοῦ αὐτοῦ Ὀξυρυγχείτου ἀρουρῶν ἡμίσους τετάρτου ἑκκαιδεκάτουδυοτριακοστοῦ
τετρακαιεξηκοστοῦ 𐅵 δ ιϛ λβ ξδ καὶ περὶ Ποσομποῦς Ἀριστομάχου τοῦ αὐτοῦ Ὀξυρυγχείτου ἐπὶ μιᾶς σφραγῖδος ἀρουρῶν
τεσσάρων καὶ περὶ τὸ αὐτὸ Ποσομποῦς Ἀριστομάχου ἐν ἑτέρᾳ κοίτῃ μητρικοῦ ἀρούρης μιᾶς · τὴν δὲ Βερενίκην καὶ τὴν Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον
ἑκατέραν αὐτῶν διὰ τῆς πρὸς τὸν ἄνδρα συνγραφῆς ἐφʼ οἷς περιέχουσι δικαίοις πᾶσι καὶ διὰ τῆσδε τῆς διαθήκης κοινῶς
ἐξ ἴσου οὗ ἔχω πρότερον Ἡραίδος Τεῶτος καὶ ἄλλων ἐν Ὀξυρύγχων πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Νότου Δρόμου ἡμίσους μέρους οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τῇ προκειμένῃ κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι πατρικοῦ μου ἡμίσους μέρους
οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων. καταλείπω δὲ καὶ τῷ τῆς ἑτέρας τῶν θυγατέρων Βερενίκης υἱῷ Εἰσίωνι Ἡρακλείδου ἣν ἄλλην ἔχω περὶ τὴν προκειμένην Ὦφιν ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφωνος ἄρουραν μίαν . ὅσα δʼ ἐὰν ἀπολίπω ἔπιπλα
καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ὀφειλήματα ἔνγραφα καὶ ἄγραφα καὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου[…]
μου εὐνοικῶς πρός με διακειμένου καὶ πολλά μοι παρεχομένου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ προγεγραμμένου μου υἱοῦ Πτολεμαίου.
ἐὰν δὲ ε…[…]…η τῷ αὐτῷ Ψενήσει τῷ καὶ Εἰσίωνι τελευτη[…]τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν καὶ τὰ ἐνοίκια τῶν ὑπαρχόντων μοι πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐδαφῶν δημόσια. καὶ ἀφʼ οὗ ἐὰν ὁ Ψενῆσις ὁ καὶ Εἰσίων τελευτήσῃ ἕξει ἡ θυγάτηρ Βερενίκη
μόνη ἐφʼ ὅσον ζῇ τὴν καρπείαν μετὰ τὰ δημόσια καὶ τῆς διατεταγμένης τῷ υἱῷ αὐτῆς Εἰσίωνι ἀρούρης μιᾶς . ἐὰν δὲ καὶ
Πτολεμαίῳ καὶ Ἰσιδώρᾳ τῇ
καὶ Ἀπολλωναρίῳ συμβῇ ἀτέκνοις τελευτῆσαι, ἔστω ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τοῦ Πτολεμαίου
ἀμφοτέρων τῶν θυγατέρων Βερενίκης καὶ Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου κοινῶς ἐξ ἴσου, ἐπὶ δὲ τῆς Ἰσιδώρας τῆς καὶ
Ἀπολλωναρίου Βερενίκης μενούσης τῷ Ψενήσει
τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τῆς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπείας καὶ ἐνοικήσεως καὶ ἐνοικίων. καὶ μηδενὶ ἐξεῖναι
παραβαίνειν τι τῶν ὑπʼ ἐμοῦ διατεταγμένων, τὸν δὲ παραβησόμενον ἀποτίνειν τῷ ἐμμένοντι τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου
δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧττον. ἄλλῳ γὰρ οὐδενὶ οὐδὲ ἓν ἐκ τῶν ἐμῶν καταλείπω. ἡ διαθήκη
κυρία. Τααρπαῆσις ἡ καὶ Ἰσιδώρα Ἀπολλωνίου τοῦ Ἀπολλωνίου πεποίημαι τὴν διαθήκην καὶ κατλείπω μετὰ τὴν τελευτὴν κληρονόμους τὰ τέκνα μου
Πτολεμαῖον καὶ Βερενίκην καὶ Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον, τὸν μὲν Πτολεμαῖον ἀφʼ ὧν ἔχω οἰκοπέδων ἐν
Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Νότου Δρόμου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ
ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ βορρᾶ μέρεσι ψιλῶν τόπων
περιτετειχισμένων καὶ τετάρτου μέρους παραδείσου καὶ τῶν ἐνόντων φοινίκων καὶ φυτῶν καὶ φρέατος ἐξ ὀπτῆς πλίνθου καὶ χρηστηρίων καὶ
ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν τοῖς κατὰ μέσον μέρεσι τῆς αὐτῆς κώμης πατρικοῦ μου ψιλοῦ τόπου περιτετειχισμένου ἐν ᾧ
οἶκος καὶ αὐλὴ καὶ εἰσόδων καὶ ἐξόδων καὶ περὶ τὴν αὐτὴν Φοβοοῦ ἐκ τῆς Ἐτεάρχου παρειμένης ἐν μιᾷ σφραγῖδι σιτικῶν
ἀρουρῶν τριῶν τετάρτου ὀγδόου ἑκκαιδεκάτου καὶ ἐκ τοῦ Ἀπολλωνίου Λυκίου ἀρούρης μιᾶς ἡμίσους τετάρτου ὀγδόου
δυτριακοστοῦ καὶ περὶ Ὦφιν[…]ἀρουρῶν[…]
ἡμίσους τετάρτου ἑκκαιδεκάτου δυοτριακοστοῦ τετρακαιεξηκοστοῦ
καὶ περὶ Ποσομποῦς Ἀριστομάχου ἐν μιᾷ σφραγῖδι σιτικῶν ἀρουρῶν τεσσάρων
καὶ ἐν ἑτέρᾳ κοίτῃ μητρικοῦ ἀρούρης μιᾶς · τὴν δὲ Βερενίκην καὶ τὴν Ἰσιδώραν τὴν καὶ Ἀπολλωνάριον ἑκατέραν αὐτῶν διὰ τῆς πρὸς τὸν ἄνδρα συνγραφῆς ἐφʼ οἷς περιέχει δικαίοις καὶ νῦν κοινῶς ἐξ ἴσου οὗ ἔχω πρότερον Ἡραίδος Τεῶτος καὶ ἄλλων ἐν Ὀξυρύγχων πόλει
ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Νότου Δρόμου ἡμίσους μέρους οἰκίας καὶ αἰθρίου καὶ χρηστηρίων καὶ εἰσόδων καὶ ἐξόδων καὶ ἐν κώμῃ Φοβοοῦ ἐν τοῖς ἀπηλιώτου μέρεσι πατρικοῦ μου ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ εἰσόδων καὶ ἐξόδων. καταλείπω δὲ καὶ τῷ τῆς ἑτέρας τῶν θυγατέρων Βερενίκης
υἱῷ Εἰσίωνι Ἡρακλείδου ἣν ἔχω περὶ τὴν Ὦφιν ἐκ τοῦ Πυρρίου Ἀλλοῦ σὺν τῷ Τρύφωνος ἄρουραν μίαν . ὅσα δʼ ἐὰν ἀπολίπω
ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ὀφειλήματα καὶ ἄλλα πάντα εἶναι Ψενήσιος τοῦ καὶ Εἰσίωνος Πτολεμαίου, ἐὰν ζῇ, εἰ δὲ μή, τοῦ αὐτοῦ υἱοῦ μου Πτολεμαίου. ὁ δʼ αὐτὸς Ψενῆσις
ὁ καὶ Εἰσίων καθέξει ἀφʼ οὗ ἐὰν τελευτήσω ἐφʼ ὅσον ζῇ τὴν καρπείαν καὶ τὴν ἐνοίκησιν καὶ τὰ ἐνοίκια τῶν ὑπαρχόντων μοι
πάντων μετὰ τὰ ὑπὲρ τῶν ἐδαφῶν δημόσια, καὶ ἀφʼ οὗ ἐὰν τελευτήσῃ ὁ Ψενῆσις ὁ καὶ Εἰσίων ἕξει ἡ θυγάτηρ Βερενίκη ἐφʼ ὅσον ζῇ τὴν καρπείαν μετὰ τὰ δημόσια καὶ
τῆς διατεταγμένης τῷ υἱῷ αὐτῆς Εἰσίωνι ἀρούρης μιᾶς . ἐὰν δὲ καὶ Πτολεμαίῳ καὶ Ἰσιδώρᾳ
τῇ καὶ Ἀπολλωναρίῳ συμβῇ ἀτέκνοις τελευτῆσαι ἔστω
ἃ ἐὰν ἀπολίπῃ ἀπὸ τῶν ἐμῶν ἐπὶ μὲν τοῦ Πτολεμαίου ἀμφοτέρων τῶν θυγατέρων Βερενίκης καὶ Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου ἐξ ἴσου,
ἐπὶ δὲ τῆς Ἰσιδώρας τῆς καὶ Ἀπολλωναρίου Βερενίκης μενούσης τῷ Ψενήσει τῷ καὶ Εἰσίωνι ἐφʼ ὅσον ζῇ τῆς διατεταγμένης αὐτῷ ὡς πρόκειται καρπείας καὶ ἐνοικήσεως καὶ ἐνοικίων. εὐδοκῶ τοῖς ἄλλοις τοῖς προκειμένοις. εἰμὶ δὲ ὡς ἐτῶν νθ οὐλὴ ταρσῷ δεξιοῦ ποδὸς καὶ ἔστι μου ἡ
σφραγὶς Ἀφροδίτης. Ἀπόλλων Ἀπολλωνίου μητρὸς Διογενίδος ὁμοπάτριος ἀδελφὸς τῆς προγεγραμμένης ἐπιγέγραμμαι
αὐτῆς κύριος καὶ εἰμὶ ὡς ἐτῶν[…]οὐλὴ[…]. Θέων
Ὀννώφριος τοῦ Θώνιος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα καὶ εἰμὶ ὡς ἐτῶν νγ οὐλὴ ποδὶ ἀριστερῷ. Παποντῶς Ἀβαῦ τοῦ Ἀπολλωνίου
ἀνεψιὸς τῆς προγεγραμμένης Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας μαρτυρῶ τῇ διαθήκῃ αὐτῆς καὶ εἰμὶ ὡς ἐτῶν[…]οὐλὴ[…]καὶ ἔστι
μου ἡ σφραγὶς Ἄπιδος. Διονύσιος ὁ καὶ Ἰσίδωρος Κορίνθου μητρὸς Διογενίδος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος
τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν κδ ἄσημος καὶ ἔστι μου ἡ σφραγὶς[…]. Ἀπολλώνιος Ὥρου τοῦ Ἀπολλωνίου μαρτυρῶ τῇ τῆς ἀνεψιᾶς μου Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν μα οὐλὴ ὀφρύσι ἀμφοτέραις καὶ ἔστι μου ἡ σφραγὶς
προτομὴ Ἡφαίστου. Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν[…]οὐλὴ[…]
καὶ ἔστιν μου ἡ σφραγὶς προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος τοῦ Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως μαρτυρῶ τῇ τῆς Τααρπαήσιος τῆς καὶ
Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν[…]οὐλὴ[…]καὶ ἔστι μου ἡ σφραγὶς ἴβιος.[…]μαρτυρῶ τῇ τῆς Τααρπαήσιος
τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ εἰμὶ ὡς ἐτῶν ξ οὐλῆ γαστροκνημίᾳ δεξιᾷ καὶ ἔστι μου ἡ σφραγὶς Ἁρποχράτου. ἔτους ἑπτακαιδεκάτου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου ἐπαγομένων νεομηνίᾳ ἐν κώμῃ Πιμ[…]διαθήκη Τααρπαήσιος τῆς καὶ
Ἰσιδώρας Ἀπολλωνίου μητρὸς Τσεναμούνιος ἀπʼ Ὀξυξύγχων πόλεως.
Διογένης μητρὸς Ἡραίδος ἀπὸ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ
αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ
ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα προτομὴ Ἄμμωνος. Ἡρακλείδης Ἀπίωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἐπέγνων ἣν ἐπέθηκα
σφραγῖδα τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα ἴβιος. Θέων Ὀννώφριος ἀπʼ
Ὀξυρύγχων πόλεως φίλος Ἀπολλωνίου Ὥρου μαρτυρήσαντος τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα
τῇ ἐνθάδε ἐν καταχωρισμῷ
οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα
σφραγῖδι ἐχούσῃ γλύμμα Ἡφαίστου. […]χρηματίζων […]φίλος Παποντῶτος Ἀβαῦ τοῦ
Ἀπολλωνίου μαρτυρήσαντος τῇ τῆς Τααρπαήσιος τῆς καὶ Ἰσιδώρας διαθήκῃ καὶ ……[…]… αὐτῇ ὄντος ἐπέγνων ἣν ἐπέθηκε σφραγῖδα
τῇ ἐνθάδε ἐν καταχωρισμῷ οὔσῃ διαθήκῃ αὐθεντικῇ καὶ ταύτην γραφεῖσαν καὶ μεταγραφεῖσαν ἧς ἐστιν ἀντίγραφον τὸ προκείμενον καὶ ἐσφράγισα σφραγῖδι ἐχούσῃ γλύμμα Σαράπιδος. παρετέθη ἔτους[…]Αὐτοκράτορος
Καίσαρος […]Παχὼν […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.