no image
DDbDP-text
Will of Pasion and Berenice via HGV-meta
Linked by Trismegistos ID
TM 20629.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
πε[…]νι…[…]…[…]ω[…]…τιμ[…]
μ…[…]…[…]ος […]ιωνος …[…]τει…[…]… μεμερισμένων[…] ἐδαφῶν τὴν κυρίανκαὶ τῶν οἰκοπέδων τὴν ἐνοίκησιν […]ιν, ἐξουσίας οὔσης τῷ ἀφʼ ἡμῶν ἐπιζήσαντι ἐάν τε βούληται πωλεῖν
τά τε ἴδια καὶ τὰ τοῦ προτελευτήσαντος δοῦλα σώματα ἤτοι τὰ ὅλα ἢ καί τινα αὐτῶν καὶ τῇ τούτων τιμῆι […]σασθαι ἃς[…]εται δαπάνας ἐκφορᾶς καὶ κηδείας τοῦ προτελευτήσαντος σωματίου καὶ χρεῶν ἀποδόσεις, ὁμοίως
δὲ ἐξεῖναι τῶι ἐπιζήσαντι ἀφʼ ἡμῶν διατάσσειν τοῖς γεγονόσι ἡμῖν ἐξ ἀλλήλων τέκνοις Σαραπᾷ καὶ Ἀπολλωνίῳ
καὶ Διογένει ἀφήλικι καὶ[…] ἀφήλικι τά τε ἴδια καὶ τὰ τοῦ προτελευτήσαντος ἐδάφη καὶ τὰ ἄπρατα τῶν σωμάτων καὶ τὰ ἄλλα
ὡς ἐὰν αὐτῶι τῶι ἐπιζήσαντι δοκῇ ἐφʼ ὧι ἐὰν αἱρῆται μερισμῶι, ἐπὶ δὲ τῆς γυναικὸς Βερενίκης ἐὰν αὐτὴ περιῇ εἶναι
ἐὰν βούληται κυρίαν ἀνεμποδίστως, μὴ οὔσης μηδενὶ τῶι καθόλου ἐξουσίας πρὸς ἀθέτησίν τι τούτων ἄγειν μηδέ τι
ὑπεναντίως ποιεῖν ἢ τὴν ἔφοδον ἄκυρον εἶναι καὶ ἐκτίνειν τὸν ἐπιχειρήσαντα παραβαίνειν τι τούτων ἢ ἐπελευσόμενον τῶι ἐπιζήσαντι ἀφʼ ἡμῶν καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς δισχιλίας
καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, χωρὶς τοῦ καὶ τὰ προγεγραμμένα κύρια εἶναι. ἡ διαθήκη κυρία. μάρτυρες δʼ εἰσὶν Λόχος
Λόχου τοῦ Σαραπίωνος καὶ Σαραπίων Σαραπίωνος τοῦ Πασίωνος καὶ Πλουτίων Κρατείνου τοῦ Δημητρίου καὶ Εὐδαίμων ὁ καὶ Ἀμόις Ἀμόιτος τοῦ Σαραπίωνος καὶ Ἀπόλλων Διογένους τοῦ Θέωνος καὶ Διόφαντος Διοφάντου τοῦ Αὐλείου
οἱ ἓξ ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾷ τῇ αὐτῇ Πασίων Σαραπίωνος τοῦ Πασίωνος πεποίημαι σὺν τῇ γυναικὶ
Βερενίκῃ τὴν διαθήκην καὶ καταλείπω μετὰ τὴν τελευτὴν εἶναι τοῦ ἀσφαλῶς περιόντος τὰ τοῦ προτελευτήσαντος ἀπολειφθησόμενα σιτικὰ ἐδάφη καὶ οἰκόπεδα καὶ ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενείαν
καὶ γενήματα καὶ γυναικεῖον κόσμον ἔτι δὲ καὶ[…]νοντ[…]… καὶ τὰ ἐνοίκια
[…]……[…]ἀπολειφθησομένων οἰκοπέδων καὶ δούλων
[…] δαπάνας ἐκφορᾶς
[…] καὶ τῶν […]
[…]τα τειμ[…]
[…]ε…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.