no image
DDbDP-text
Bericht von Steuereinnehmern via HGV-meta
Linked by Trismegistos ID
TM 21191.
Each record below describes this same artifact or text from a different angle.
παρὰ Γαίου Λογγείνου
Κέλερος καὶ Ἐπιμάχου Ἀπερῶτος καὶ Πτολεμαίου Θέωνος καὶ Ὡρίωνος Σαραπᾶ τῶν δ σὺν Ἀβασκάντῳ τῷ καὶ Σαλικουττᾷ ἀπελευθέρῳ Γαίου Ἰουλίου
Ἡλιοδώρου καὶ Γαίῳ Ἰουλίῳ Λόγγῳ νεωτέρῳ μητρὸς
Ἱερακιαίνης ἐπιτηρητῶν τέλους ἐνκυκλίου καὶ
κομακτορίας τῶν ἐκ φίσκου κυρουμένων ὑπαρχόντων
καὶ ἄλλων. δηλοῦμεν
ἐν τῇ ἀπὸ ἑκκαιδεκάτης
ἕως εἰκάδος πενθημέρῳ τοῦ ὄντος μηνὸς
Φαῶφι τοῦ ἐνεστῶτος
η ἔτους μηδὲν εἰσπεπρᾶχθαι ὑπὲρ λημμάτων
τοῦ ἐνεστῶτος η ἔτους.
ἔτους η Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου
Ἀντωνίνου Σεβαστοῦ
Ἀρμενιακοῦ Μηδικοῦ
Παρθικοῦ μεγίστου
καὶ Αὐτοκράτορος Καίσαρος
Λουκίου Αὐρηλίου Οὐήρου
Σεβαστοῦ Ἀρμενιακοῦ
Μηδικοῦ Παρθικοῦ
μεγίστου Φαῶφι κα.
Γαίος ἐπιτηρητὴς ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.