Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.koeln.4.187
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Πτολεμαίου καὶ Κλεοπάτρας τῶν Πτολεμαίου καὶ Κλεοπάτρας Θεῶν Ἐπιφανῶν ἔτους πέμπτου καὶ τριακοστοῦ ἐφʼ ἱερέως νίου τοῦ Ζωίλου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων καὶ Θεῶν Ἐπιφανῶν καὶ Θεοῦ Εὐπάτορος καὶ Θεῶν Φιλομητόρων ἀθλοφόρου Βε ρενίκης Εὐεργέτιδος Κλεοπάτρας τῆς Ἰσοκράτου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἐργονόης τῆς Ἀναξάνδρου ἱερείας Ἀρσινόης Φιλοπάτορος Ἀπολλωνίας τῆς Ἰσοκράτου μηνὸς Αὐδναίου Ἐπεὶφ εἰκάδι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν ἐπʼ ἀγορανομουἀγοραμου Ἀρτέμωνος. Ἀπολλοφάνης ἘξακῶνοςἘξακῶν Ἀλθαιεὺς ἱππάρχης ἐπʼ ἀνδρῶν ὡς ἐτῶν δεκαπέντε μελίχρωςμελίχρους τετανὸς μακροπρόσωπος τὸν ὀφθαλμὸν ἀριστερὸν βεβλαμμένος μετὰ κυρίου Ἀρχίνου τοῦ Ἀρχί νου Κυρηναίου τῶν Διονυσίου καὶ τῶν υἱῶν κατοίκων ἱππέων ὡς ἐτῶν τριάκοντα ἑπτὰ μείζονοςμειζω ἢ μέσου μελίχρουμελίχρω τετανοῦ μακροπροσώπου οὐλὴ ὀφρύι δεξιᾶι καὶ ὑπʼ ὀφθαλμὸν ἀριστερὸν ἐπρίατο παρὰ Πλουτάρχου τοῦ Εὐβούλου Θρᾳκὸς τῶν Διονυσίου καὶ τῶν υἱῶν κατοίκων ἱππέων ὡς ἐτῶν τριάκοντα μέσου ἐπιπύρρου τετανοῦ μακροπροσώπου εὐθύρινος οὐλὴ ὀφρύι δε ξιᾷ ἄκραι δοῦλον Σύρον οἰκογενῆ ᾧ ὄνομα Κάρπος ὡς ἐτῶν δέκα μελάγχρουν στρογγυλοπρόσωπον ἔνσιμον ἡσυχῆι εν σιμον ησυχη χαλκοῦ ὅ τε πεπρακὼς καὶ ὁ τούτου ἀδελφὸς μων Εὐβούλου τῶν Ἀρίστωνος καὶ Καλλικλέους της ὡς ἐτῶν τεσσαράκον τα μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν λοβοὶ ὤτων προσφυεῖς. προπωλῶν ὁ πεπρακὼς δεξαμένου τοῦ πριαμένου.Cross-references (3)
- TM-Text 3177 primary
- DDbDP-Text p.koeln;4;187 tier-1
- HGV-Text 3177 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.