Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.kron.11
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ τοῦ κυρίου, Παῦνι ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁ μολογεῖ Ἡρακλείδης Διδύμου νεωτέρου Ἡρώδου ἔναρχος κο σμητὴς ὡς ἐτῶν τριάκοντα οὐλὴ ὀφρύσιν ἀμ φοτέραις Κρονίωνι Χεῶτος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ δακτύ λωι μικρῶι χειρὸς ἀριστερᾶς καὶ τῇ τούτου γυναικὶ Θεναπύγχει Πατύνεως ὡς ἐτῶν πεντήκοντα ἑνὸς οὐλὴ γόνατι δεξιῶι καὶ τοῖς ἀμφοτέρων τέκνοις, Κρονίωνι ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ πήχει δεξιῶι καὶ Ταορσενούφι οὔσῃ δὲ τοῦ υἱοῦ Κρονίωνος γυναικὶ ὡς ἐτῶν τριάκοντα τριῶντρειῶν οὐλὴ ἀντικνημίωι δεξιῶι, αἱ γυναῖκες ἑκατέρα μετὰ κυρίου τοῦ ἀνδρὸς, ἀπέχειν παρʼ αὐτῶν διὰ χειρὸς ἐξ οἴκου τὰς ἀργυρίου δραχμὰς διακοσίας τριάκον τα ἓξ καὶ τοὺς τόκους ἃς ὤφειλονὤφιλον οἱ τέσσαρες τῶι Ἡρακλείδῃ διὰ ὁμολογίαςὁμολογείας χρήσεως τελειοθείσης διὰ τοῦ αὐτοῦ γραφείου τῶι τρεισκαιδεκάτωι ἔτει θεοῦ Τραιανοῦ μηνὶ Χοιὰκ ἑνδεκάτῃ ἣν καὶ ἀναδέδωκεν αὐτοῖς αὐτόθεν εἰς ἀθέτησιν καὶ ἀκοίρωσιν καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἡρακλείδην μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τοὺς τέσσαρας μηδὲ ἐφʼ ἕκαστον αὐτῶν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν μη δὲ περὶ τούτων μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος ἐγγράπτου ἀγράφου μηδὲ ὀφειλήματοςὀφιλήματος ἢ συναλλάγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί Ἡρακλείδης Διδύμου νεωτέρου ὁμολογῶ ἀπέχειν παρὰ Κρονίωνος τοῦ Χεῶτος καὶ τῆς γυναικὸς καὶ τῶν τέκνων τὰς δραχμὰς διακοσίας τριάκοντα ἓξ καὶ τοὺς τόκους καὶ οὐκοὐκε ἐπελλεύσομαι πρὸς Κρονίωνα μηδὲ τὴν γυναῖκα καὶ τέκνα. Κρονίων καὶ οἱ γ γέγονε εἰς ἡμᾶς ἡ ἀποχὴ καθὼς πρόκιται ἔγραψε ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ Λουρίου τοῦ πρὸς τῶι γραφείωι Τεπτύνεως καὶ Κερκεσούχων Ὄρους Πολέμωνος.Cross-references (3)
- TM-Text 11531 primary
- DDbDP-Text p.kron;;11 tier-1
- HGV-Text 11531 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.