Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.kron.50

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παῦνι ιθ, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Κρονίων Χεῶτος τοῦ Ἁρμιύσιος μητρὸς Ταορσενούφεως ἀπὸ κώμης Τεβτύνεως ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ χειρὶ δεξιᾷ συνκεχωρηκέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τοῖς τε γεγονόσι αὐτῷ ἐκ τῆς μετηλλαχυίας αὐτοῦ γυναικὸς Θεναπύγ χεως τῆς Πατύνεως υἱοῖς Ἁρμιύσι καὶ Ἁρφαήσι ἔτι δὲ καὶ τῇ τῶν ἑτέρων αὐτοῦ Κρονίωνος τέκνων Κρονίωνος καὶ Ταορσενούφεως θυγατρὶ Τεφορ σάϊτι ἀφήλικι, τοῖς τρισὶ κληρονόμοις, πάνθʼ ὅσα ἂν καταλείψῃ ὁ πατὴρ Κρονίων παντοῖα ὑπάρχοντα καὶ ἐπίπλοα καὶ σκεύη καὶ ἐνδομενείαν καὶ ἄλλα καὶ πάντα τὰ ἐνωφειλομένα αὐτῶι ἢ καὶ ἕτερα καθʼ ὁνδήποτε τρόπον ἑκάστωι ἐξ ἴσου κατὰκατ τὸο τρίτον μέρος· τοῖς δὲ ἑτέροις αὐτοῦ Κρονίωνος τέκνοις Κρονίωνι καὶ Ταορσενούφι καὶ Τεφορσάϊτι τῷ μὲν Κρονίωνι διατεταχέναι μόνας ἀργυρίου δραχμὰς τεσσεράκοντα διὰ τό, ὡς ὁ πατὴρ Κρονίων προφέρεται, ἐν πολλοῖς ἠδικῆσθαι ὑπʼ αὐτοῦ ἐν τοῖς κατὰ τὸν βίον, ταῖς δὲ δυσὶ θυγατρᾶσι Ταορσενούφι καὶ Τεφορσάϊτι, χωρὶς οὗ προφέρεται προφερεται κατεσκευακέναι αὐταῖς χρυσοῦ καὶ ἀργύρου κόσμου καὶ ἱματισμοῦ, δοῦναι εἰς θαλλισμοῦ λόγον ἑκάστῃ ἀργυρίου δραχμὰς ε, πρὸς τοὺς τρεῖς κληρονόμους Ἁρμιῦσιν καὶ Ἁρφαῆσιν καὶ τὴν θυγατριδῆν Τεφορσάϊν ἀφήλικα οὔσης τῆς τοῦ ὁμολογοῦντος Κρονίωνος κηδείας καὶ περιστολῆς καὶ ἀποδόσεως τῶν προκειμένων ληγάτων καὶ ὧν ἐὰν ἄλλων φανῆι ὀφείλων ἰδιωτικῶν χρεῶν καὶ δημοσίων· ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ ὁμολογῶν Κρονίων ἔχειν αὐτὸν τὴν κατὰ τῶν ἑαυτοῦ ἁπάν των ὁλοσχερῆ ἐξουσίαν τοῦ οἰκονομεῖν ὡς ἐὰν αἱρῆι. ὑπογραφεὺς Ὀννῶφρις Θξωσεως ὡς ἐτῶν ἑξήκοντα δύο οὐλὴ μετώπωι· μάρ τυρες Ἵππαλος Χράτους ὡς ἐτῶν ἑξήκοντα ὀκτὼὀκτὼι οὐλὴ πήχειπήχι δεξιῶι, Σωτήριχος Εὐτύχου ὡς ἐτῶν τεσσεράκοντα οὐλαὶ ὀφρύ σιν ἀμφοτέραις, Κρονίων Τυράννου ὡς ἐτῶν τριάκοντα δύο οὐλὴοὐληι ἀντικνημίωι ἀριστερῶι, Ζωΐλος ὁ καὶ Τύραννος Κρονίωνος ὡς ἐτῶν τριάκοντα οὐλὴοὐληι γόνατι δεξιῶι, Ἀρητίων Ἰσίωνος ὡς ἐτῶν τεσσεράκον τα οὐλὴ ποδὶ δεξιῶι, Διογένης Ὡρίωνος ὡς ἐτῶν εἴκοσι ἓξ οὐλὴοὐληι μετώπωι, οἱ ἓξ μάρτυρες τῷδε τῷ συγχωρήματι. Κρονίων Χεῶτος ὁμολογῶὁμολογῶι συγκεχωρηκέναισυκεχωρηκέναι μετὰ τὴν τελευτήν μου τοῖς τέκνοις μου Ἁρμιύσι καὶ Ἁρφαήσι καὶ τῇ θυγατριδῇθυγατριτῇ μου Τεφορσάϊτι τοῖς τρισὶ κληρονόμοις κοινῶςκοινο͂ς ἐξ ἴσου πάνθʼ ὅσαὥσα ἂν καταλείψω παντοῖα ὑπάρχοντα καὶ ἐνδομενίανἐνδομενια πᾶσανπασα καὶ τὰ ἄλ λα, τῶι δὲ υἱῶι Κρονίωνι διατεταχέναι ἀδικήσαντιἀδικησαντα μόνας δραχμὰς τεσσεράκοντα , ταῖς δὲ δυσὶ θυγατρᾶσι Ταορσενούφι καὶ Τεφορσάϊτι ἑκάστῃ τὰς δραχμὰς ε καὶ ἐπὶ ταῖς ἄλλαις διαθήκαις καθὼς πρόκειται· καὶ σφραγιῶσφραγιῶι γλύμματιγλύματι ἼσιδοςΕἴσιδος καὶ Ἁρποχράτου. ἔγραψα ὑπὲρ αὐτοῦ Ὀννῶφρις Θξωσεως μὴ εἰδότος τὰ γράμματα. Ἵππαλος Χράτους μαρτυρῶ καὶ σφραγιῶσφραγιῶι γλύμματιγελλυματι Ἁρποχράτου. Σωτήριχος Εὐτύχου μαρτυρῶ καὶ σφραγιῶ γλύμματι Σεραπιαδος. Κρονίων Τυράννου μαρτυρῶ καὶ σφραγιῶσφραγιῶι γλύμματιγυλματι Ἀθηνᾶ. Ζωΐλος ὁ καὶ Τύ ραννος Κρονίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματιγλύματι ἙρμοῦἙρμοῦς Ἀρητίων ἸσίωνοςἸσιων μαρτυρῶ καὶ σφραγιῶσφρακιῶι γλύ μματι Σεραπάμμωνος. Διογένης Ὡρίωνος μαρτυρῶ καὶ σφραγιῶ γλύμματιγλύματι ἼσιδοςἼσιτος καὶ Σεράπιδος. ἔτους δευ τέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι ιθ. ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.