Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mil.vogl.3.186
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου ἐπαγομένων ἕκτηι, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρώδης Πτολεμαίου τοῦ Ἡρακλείδου ὡς ἐτῶν πεντήκοντα ἐννέα , οὐλὴοὐληι καρπῷ ἀριστερῷ, Ἡροείδι Σωτηρίχου τοῦ ὡς ἐτῶν ἑξήκοντα πέντε , οὐλὴοὐληι χειρὶχιρὶ ἀριστερᾷ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Ἡρακλήου, ὡς ἐτῶν πεντήκοντα ἕξ , οὐλὴοὐληι παρακεχωρηκέναι αὐτῆι Ἡροείδι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον αὑτῶι Ἡρώιδηι πρότερον Δη σχ μέρος ἀρούρης τέταρτον ὄγδοονὄγδον δυοτριακοστὸνδυδριακοστὸν τετρακαιεξηκοστὸν καὶ ἐπιβολῆς κώμης ἄρουραν μίαν ἑκκαιδέκατον δυοτριακοστόνδυδριακοστόν ιϛ λβ, ὧν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν μιᾶς ἥμισυ , ἢ ὅσαιὁσων ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδισφραγεῖδι, ἧς γείτονες νότου ἐπʼ ἀπηλιώτην λοιπὸς τῆς αὐτῆς Ἡροείδος κλῆρος, λιβὸς Ταπετερεῦτος τῆς Πτολμίου κλῆρος, διʼ οὗ ποτίζουσι τὴν μίαν ἥμι συ ἄρουραν, ἀπηλιώτου Θαυβάστεως τῆς Πακήβκιος κλῆρος καὶ ἀπέχειν τὸν Ἡρώδην παρὰ τῆς Ἡροείδος τὸ παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς ἑπτακοσίας ἐκ πλήρους παραχρῆμα διὰ χειρὸςχιρὸς ἐξ οἴκου καὶ βεβαιώσειν αὐτὸν τὸν Ἡρώδην καὶ τοὺς παρʼ αὐτοῦ τῆι αὐτῆι Ἡρο είδι καὶ τοῖς παρʼ αὐτῆς τὰ παρακεχωρημένα vestiges α απ μέχρι τοῦ ἐνεστῶτος δευτέρου ἔτους καὶ αὐτοῦ δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ του· τὰ δʼ ὁμολογήματα μένεινμένιν κύρια. εἰε εἶναι Ἡρακλῆς ὁ προγεγραμμένος καὶ ἐπιγραφόμενος τῆς Ἡροείδος κύριος Ἡρώδης Πτολεμαίου τοῦ Ἡρακλίδου ὁμολογῶ παρακεχωρηκέναι Ἡροείδι Σωτηρίχου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι μέρος τέταρτον ὄγδοονὄγδον δυοτριακοστὸνδυδριακοστὸν τετρακαιεξηκοστὸν ἀρούρης καὶ ἐπιβολῆς κώμης ἄρουραν μίαν ἑκκαιδέκατον τετρακαιεξηκοστόν , αἳ ἐπὶ τὸ αὐτὸ ἄρουρα μία ἥμισυ , ἧς γείτονες νότου ἐπʼ ἀπηλιώτην τῆς αὐτῆς Ἡρωείδος κλῆρος, λιβὸς Τεπετερεῦτος κλῆρος, διʼ οὗ ποτίζεται ἡ μία ἥμισυἥμισοι ἄρουρα, ἀπη λιώτου Θαυβάστεως τῆς ΠακήβκιοςΠακηβκις κλῆρος καὶ ἀπέχειν παραχρῆμα κεφάλαιον ἀργυρίου δραχμὰς ἑπτακοσίαςἑπτακοσας ἐκ πλήρους διὰ χειρὸςχιρὸς ἐξ οἴκου καὶ βεβαιώσειν πάντων εἴδους μέχρι τοῦ ἐνεστῶτος δευτέρου ἔτους καὶ αὐτοῦ δευτέρου ἔτους Τραιανοῦ τοῦ κυρίου ἀπὸ ιδι καθὼς πρόκιται. Ἡρωεὶς Σωτηρίχου μετὰ κυρίου τοῦ ἀδελφοῦ ἩρακλείουἩρακλήωι ἠγόρακαἠγώρακα καθὼς πρόκειται. Ἡρακλῆς ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα, καθὼς πρόκειται. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου ἐπαγομένων ϛ. ἀναγέγραπται διὰ τοῦ ἐν Τεβτύνι γραφείου.Cross-references (3)
- TM-Text 12393 primary
- DDbDP-Text p.mil.vogl;3;186 tier-1
- HGV-Text 12393 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.