no image
DDbDP-text
Contratto di impegno di restituzione via HGV-meta
Linked by Trismegistos ID
TM 11537.
Each record below describes this same artifact or text from a different angle.
ἐξ εἰρομένουἰρομένου γραφείουγραφίου κώμης Τεπτύνεως· ἔτους β Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Φαῶφι κζ. ὁμολογεῖ Κρονίων Κρονίωνος τοῦ Χεῶτος ἀπὸ κώμης Τεπτύνεως ΠέρσηςΠερσς τῆς ἐπιγονῆς ὡς ἐτῶν νδ οὐλὴ χειρὶ ἀριστερᾷ, Διογενίδι Λυσιμάχου τοῦ καὶ Λούππου ὡς ἐτῶν με οὐλὴ ὀφρύει ἀριστερᾷ, μετὰ κυρίου τοῦ συνγενοῦς Διδύμου τοῦ Εὐτύχου ὡς ἐτῶν οὐλὴ χειρὶ δεξιᾷ, ἐπάναγκον τὸν ὁμολογοῦντα Κρονίωνα ἀποδώσειν τῇ Διογενίδι ἃς προφέρονταιπροφέροντε ἀμφότεραιἀμφότερε ἐνλε λεῖφθαι ἐν αὐτῷ Κρονίωνι ἐκ λόγου συνάρσεως ὧν πεποίητε ὑπαρχῇ τῶν αὐτῆς φροντίδος ἀνὰ χεῖραχειρια χρόνων, τῶν μέχρι τοῦ κα ἔτους καὶ αὐ τοῦ τοῦ κα ἔτους θεοῦ Ἁδριανοῦ, ἀργυρί ου δραχμὰς δραχμὰς χιλίας σὺν καὶ τόκῳ δρα χμιαίῳ τῇ μνᾷ κατὰ μῆνα ἀπὸ τοῦ ἐνεστώτοςἐνεστότος μηνὸς, ἐν μηνὶ Παχὼν τοῦ ἐνεστώτοςἐνεστότος β ἔτους ἄνευ πάσης ὑπ ερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀ ποδῷ ὁ Κρονίων καθὼς γέγραπται καὶ οὐκ ἁπλῶς, ἐπάναγκον αὐτὸν παραμενεῖν τῇ Διογενίδι ὑπηρετοῦντα καὶ ποι οῦντα πάντα τὰ ἐπιτασσόμενα αὐτῷ κατʼ ἀγρὸν καὶ κατὰ κώμην ἀντὶ τόκων καὶ τῶν δραχμῶν χιλίων , τρεφομένου καὶ ἱματιζο μένου ὑπὸ τῆς Διογενίδος καὶ τελοῦν τος τὰ ὑπὲρ αὐτοῦ ἐπικεφάλαιαἐπικεφάλεα δημόσια. ἐὰν δὲ μὴ βούληται ἡ Διογενίδος, γίνεσθαι αὐτῇ τῆς πράξεως τοῦ κεφαλαίουκεφαλέου καὶ τόκων ἔκ τε αὐτοῦ Κρονίωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. ὑπογραφεὺς Ἵππαλος Χράτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.