Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.kron.17

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ κη ἐν Τεβτύνι τῆς Πο λέμωνος μερίδος τοῦ ἈρσινοΐτουἈρσινιτου νομοῦ. ὁμολογοῦσι ἡ Ταορ σενοῦφις ὡς ἐτῶν τεσσεράκοντα πέντε οὐλὴ ἀντικνημίωι ἀριστερῶι καὶ Τεφορσαὶς ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ χειρὶ ἀριστερᾷ ἀμφό τεραι Κρονίωνος τοῦ Χεῶτος ἑκατέρα μετὰ κυρίου, ἡ μὲν Ταορ σενοῦφις τοῦ πατρὸς Κρονίωνος τοῦ Χεῶτος ὡς ἐτῶν ἑβδομήκον τα ὀκτὼ οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς, ἡ δὲ Τεφορσαὶς τοῦ ἀνδρὸς, ὄντος τοῦ καὶ ἀδελφοῦ, Ἁρφαήσεως ὡς ἐτῶν τεσσεράκον τα ὀκτὼ η οὐλὴ ἀντίχειρι ἀριστερῶι, αἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ἀλ λήλων ἔγγυοιἐνγοι εἰς ἔκτισιν, Διδύμη Ἥρωνος τοῦ Ἀμαίτος ὡς ἐτῶν τεσσαράκοντα ἕξ , οὐλὴ ἀντικνημίωι ἀριστερῶι μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ Ἁρπαήσεως τοῦ Ἡρακλήου ὡς ἐτῶν κοντα οὐλὴ χειρὶ ἀριστερᾷ, ἔχεινἔχιν παρʼ αὐτῆς Διδύμης παραχρῆμα διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας ἑβδομήκοντα δύο ὧν καὶ τὴν ἀπόδοσιν ἐπάναγκον ποιήσωνται ἐν μηνὶ Θὼθ τοῦ εἰσιόντος πέμπτου ἔτους ἀνυπερθέτως, ἐὰν δὲ μὴ ἀποδώσουσι καθὼς γέγραπται τῇ προκι μένῃ προθεσμίᾳ ἐξεῖναιἐξῖναι τῇ Διδύμῃ ἢ ᾧ παρʼ αὐτῆς, ἐὰν αἰρῆται. καρπίζεσθαι εἰς τὸ ἴδιον ἀπὸ τοῦ αὐτοῦ πέμπτου ἔτους ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ Τεφορσαίτι περὶ κώμην Τεβτῦνιν ἐν τῇ λεγο μένῃ Στασικράτους διαίτῃ κλήρου κατοικικοῦ ἀρουρῶν τεσσάρων ἀρούρας δύο ἀφʼ ἧς ἐὰν αἱρῆται ἡ Διδύμη κεφαλῆς ἢ μέρους, πρὸς τὴν Τεφορ σαὶν ὄντων τῶν δημοσίων πάντων τῶν ἀρουρῶν δύο , ἐὰν δὲ μὴ βούληται τὴν Διδύμην καρπίζεσθαι, γείνεσθαι αὐτῇ τῆς πράξεως ἔκ τε τῶν ὁμολογουσῶν ἢ ἐκ τῆς μιᾶς καὶ ἐκ τῶν ὑπαρχόντων αὐταῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς Ἵππαλος Χράτου ὡς ἐτῶν ἑβδομήκοντα οὐλὴ πήχειπήχι δεξιῶι. Ταορσενοῦφις καὶ Τεφορσαὶς ἀμφοτέρων Κρονίωνος ἑκατέρα μετὰ κυρίου, ἡ μὲν Ταορσενοῦφις τοῦ πατρὸς, ἡ δὲ Τεφορσαὶς τοῦ ἀνδρὸς Ἁρφαή σεως, ὁμολογοῦμεν ἔχεινἔχιν παρὰ τῆς Διδύμης ἐξ ἀλληλεγγύης τὰς δραχμὰς τριακοσίας ὀγδομήκονταὀγδομήκωντα δύοδυω χρῆσιν ἃς ἀποδώσομεν ἐν μηνὶ ΘὼθΘωθι τοῦ πέμπτουπενπιτου ἔτους ἐὰν δὲ μὴ καρπίζεσθαικαρπισθαι αὐτὴν τὰς δύοδυω ἀρούρας περὶ ΤεβτῦνινΤεβτυνι καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Ἵππαλος Χράτου μὴ εἰδότων γράμματα. Διδύμη Ἥρωνος μετὰ κυρίου τοῦ κατὰ μητέρα ἀνεψιοῦ Ἁρπαήσεως τοῦ Ἡρακλήου γέγονεγέγοναι εἴς μεμαι ἡ ὁμολογίαὁμολογεία καθὼς πρόκιται. ἔγραψε ὑπὲρ αὐτῶν Μάρων Μάρωνος μὴ εἰδότων γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.