Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.kron.34
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἀσκληπιάδῃ Ἀσκληπιάδου παρὰ Κρονίωνος τοῦ Κρονίωνος τοῦ Χεῶτος ἀπὸ κώμης Τεβ τύνεως, Πέρσης τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι εἰς ἔτη ἑπτὰ ἀπὸ τοῦ εἰσιόντος εἰκοστοῦ ἔτους Τραιανοῦ Ἁδριανοῦ τὰς ὑπαρχούσας σοιμοι περὶ κώμην Κερκῆσιν ἐν τῷ λεγομένῳ γῆς σιτοφόρου ἀρούρας δέκα δύο ἥμισυ καὶ ἐν κταμίοις ἀρούρας δέκα δύο ἥμισυἡμεσυ τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας εἴκοσι πέντε ἐν κατοικικῇ τάξειτάξι, τὸ μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον καὶ ἕβδομον ἔτος τὰς σπειρομέναςσπιρομένας ἀρούρας δέκα δύο ἥμισυ εἰς σπορὰνπορὰν χόρτου καὶ καταβρώματος προβάτων καὶ κοιτασμόν, αὐτὰς δὲ καὶ τὰς ἐν κταμίοις ἐπὶ τὸ αὐτὸ ἀρούρας εἴκοσι πέντε ἐπὶ τὴν τετραετίαν ἄνευ φόρου, ἀντὶ τῆς ὑπὲρ αὐτῶν τῶν εἴκοσι πέντε ἀρουρῶν ἐπὶ τὴν τετραετίαν ἀρταβίας καὶ ναυβίου, ὧν μετρήσω καὶ τελέσω εἰς τὸ δημόσι ον ἐγὼ ὁ Κρονίων κατʼκαθʼ ἔτος τὸ καθῆκον, τὸ δὲ δεύτερον καὶ τέταρτον καὶ ἕκτον ἔτος τὰς μὲν σπειρομέναςσπιρομένας εἰς σπορὰνπορὰν πυροῦ, ἐκφορί ου ἐπὶ τὴν τριετίαν κατʼκαθʼ ἔτος ἀσπερμὶ πυροῦ ἀρτάβας ὀγδοή κοντα μέτρῳ τετραχοινίκῳ θησαυροῦ Τεβτύνεως, φόρου δὲ τοῦ κταμίου ἐπὶ τὴν αὐτὴν τριετίαν κατʼκαθʼ ἔτος ἀργυρίου δρα χμῶν διακοσίων τεσσαράκοντα , τῶν δὲ θαλλῶν ἐπὶ τὴν ἑπτα ετίαν κατʼκαθʼ ἔτος ἀλέκτορας δύο , ἀξίου ἑκάστου δραχμῶν τεσσά ρων , πρός σε τὸν Ἀσκληπιάδην οὔσης τῆς τῶν ἀρουρῶν ἐπὶ τὴν τριετίαν ἀρταβίας καὶ ναυβίου καὶ τῶν ἄλλων πάντων γε νησομένων δημοσίων, πρός σε τὸν γεοῦχον Ἀσκληπιάδην φορέτρωνφολέτρων ἐπισπουδασμοὺς καὶ εἶναι πρὸς ἐμὲ τὸν Κρονίωνα, τὸ δὲ κτάμιον, εἰς κατανέμησιν ὧν ἐὰν αἱρῶνται θρεμμάτων τὰ δὲ ἐκφόρια καὶ φόρους ἀνυπόλογα καὶ ἀκίνδυνα, καὶ ἐπιτελέσω κατʼκαθʼ ἔτος τοῦ τε κλήρου καὶ τοῦ κταμίου γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποι ῶν, καὶ τὰ ἐκφόρια ἀποδώσω ἐν μηνὶ Παῦνι νέα καθαρὰ ἄδολα κατʼκαθʼ ἔτος, τὸν δὲ φόρον Φαμενώθ· δώσω δέ σοι κατʼκαθʼ ἔτος ἐπὶ τὴν ἑπταετίαν κυμίνου δέκα ἀρτάβης· καὶ μετὰ τὸν χρόνον παραδώσωπαραδόσω τὰς σπειρομέναςσπιρομένας ἀπὸ καταβρώματος προβάτων καὶ καθα ρὰς ἀπὸ ἀγρώστεως δείσηςδίσης πάσης πλὴν θρύου καλάμου· βεβαιώ σω δέ σοι τὴν μίσθωσιν ἐπὶ τοῖς προκιμένοις. Ἀσκληπιάδης μεμίσθωκα ἀντὶ τῶν προειρημένων ἀρούραςἀρουρῶν εἴκοσι πέντε ἐπὶ τὰ ἔτη ἑπτά , ἔτη μὲν τέσσαρα ἀντὶ τῶν δημοσίων πάντωνπαντα, σιτικῶν τε καὶ ἀργυρικῶν, ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τρία τῶν προκειμένων πυροῦ ἀρταβῶν ὀγδοήκοντα καὶ δραχμὰς διακοσίων τεσσαράκοντα καὶ θαλλῶν ἐπὶ ἑπταετίαν ἀλεκτόρων δύο δραχμῶν ὀκτώ , καὶ κυμίνου μέτρον ἕν . ἔτους κ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ ιε.Cross-references (3)
- TM-Text 11556 primary
- DDbDP-Text p.kron;;34 tier-1
- HGV-Text 11556 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.