no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 11563.
Each record below describes this same artifact or text from a different angle.
Ἀσκληπιάδηι Ἀσκληπιάδου μητρὸς Εἰρήνης Ἡρακλείδου παρὰ Ἁρπαήσεως τοῦ Κρονίωνος καὶ Σασώπεως ἑτέρου Κρονίωνος, ἀμφοτέρων ἀπὸ κώμης Τεβτύνεως, Περσῶν τῆς ἐπιγονῆς. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ ἐξ ἀλληλεγγύης εἰς ἔκτισιν τὰς ὑπαρχούσας σοι περὶ Κερκῆσιν τῆς Πολέμωνος μερίδος κλήρου ἀρούρας εἴκοσι πέντε ἥ μισυ , ἢ ὅσαι ἐὰν ὦσι, ἐν αἷς εἰσι ἄρουραι δώδεκα νομῶν, εἰς ἔτη ἓξ ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, ἐκφορίου κατʼ ἔτος τῷ μὲν πρώτωι καὶ τρίτωι καὶ πέμπτῳ ἔτει τῆς μισθώσεως, κατʼ ἔτος ἀσπερμεί, ἐν οἷς σπερῶ ἀρούραις πυρῷ, πυροῦ νέου καθαροῦ ἀδόλου ἀκρίθου ἀρτα βῶν ἑξήκοντα μέτρῳ θησαυροῦ Λούππου τῆς προκειμένης κώμης Τεπτύνεως, καὶ διε· τῶι δὲ δευτέρωι καὶ τετάρτωι καὶ ἕκτῳ ἔτει τῆς μισθώσεως, ἐπὶ τῶι μετρῆσαι ἡμᾶς κατʼ ἔτος τὴν τῶν ὅλων ἀρουρῶν εἴκοσι πέντε ἡμίσους ἀρταβίαν εἰς τὸ δημόσιον, ἧς καὶ τὸ σύμβολον ἀναδώσομεν κατʼ ἔτος καὶ θαλλῶν κατʼ ἔτος ἐπὶ τὴν ἑξαετίαν κυμίνου μέτρων δύο καὶ ἀλεκτόρων δύο , ἀξίου ἑκάστου δραχμῶν τεσσάρων , πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, ἀπειρημένου δὲ ἡμῖν προτέροις ἐντὸς τοῦ χρόνου προλιπεῖνπρολιπῖν τὴν μίσθωσιν, ἀλλὰ τελέσωμεν τελεσω ἐκ τοῦ ἰδίου τὰ καθήκοντα κατʼ ἔτος ἔργα πάντα χωματικά, ποτισμούς, ὑποσχισμούς, διβολητούς, διωρύγων καὶ ὑδραγωγῶν ἀναβολάς, πάντα τοῖς δέουσι καιροῖς, βλάβος μηδὲν ποιοῦντες καὶ τὰ προκειμένα ἐκφόρια ἀποδώσομεν μηνὶ Παῦνι ἐν τῇ Τεπτύνει καὶ μετὰ τὸν χρόνον παραδώσομεν ἀπὸ χόρτων καταβρώματος προβάτων καὶ κοιτασμοῦ. ἐὰν φαίνηται μισθῶσαι. ἀναδώσωμεν καὶ τῆς πυροφόρου ἐπὶ τὴν τριετίαν τὰ πρός σε τὸν Ἀσκληπιάδην εἰς τὸ δημόσιον φορφολέτρα, ναυβίων ὄντων πρὸς ἡμᾶς τοὺς ἐκμισθουμένους. Ἁρπαῆσις ὡς ἐτῶν με οὐλὴ ἀντίχειρι ἀριστερῷ Σασῶπις ὡς ἐτῶν λ οὐλὴ γόνατι δεξιῷ. ἔτους δ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Θὼθ ζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.