no image
DDbDP-text
Rescissione di affitto via HGV-meta
Linked by Trismegistos ID
TM 11546.
Each record below describes this same artifact or text from a different angle.
Ἀσκληπιάδηι Ἀσκληπιάδου παρὰ Κρονίωνος τοῦ Χεῶτος τῶν ἀπὸ κώμης Τεβτύνεως. τυγχάνωτυγχάνωι μεμισθώ μενος παρὰ σοῦ περὶ Κερκῆσιν κλήρου ἀρούρας δέκα δύο ἥμισυ καὶ κταμίου ἀρούρας δέκα δύο ἥμισυ καὶ ἐσπαρκὼς τὰς μὲν τοῦ κλήρου ἀρούρας δέκα δύο ἥμισυ , πυρῷ τὰς δὲ ἀρούρας δέκα καὶ λινοκαλάμης ἀρούρας δύο ἥμισυ καὶ τελέσας εἰς τὸ κτάμιον ἀργυρίου δραχμὰς ὀγδοήκοντα , ἅπαντα ἐν τῶι ἐνεστῶτι τρεισκαιδεκάτωιτρισκαιδεκάτω ἔτειἔτι Τραιανοῦ Καίσαρος τοῦ κυρίου, Ἐπι γεγενημένου τῆς προσ ούσης χωματικῆςχωματιακῆς διώρυγοςδώρυγος ἐκρήγματοςἐκχρήγματος ἐν τῶι αὐτῶι ἐνεστῶτι τρεισκαιδεκάτῳτρισκαιδεκάτῳ ἔτειἔτι, διὰ ἀμέλειανἀμέλιαν Μαρίωνος κατασπορέως, τῶν δηλουμένων ἀρουρῶν καὶ κταμίου ἐνβρόχων γενομένωνγεναμένων καὶ μὴ δυναμένων ἀποκυθῆναι μέχρι τοῦ νῦν, ἐπιδίδωμίἐπιδίδομί σοι τὸ ὑπόμνημα, ὅπως εἰδῇς ἑκουσίως με ἐγβεβηκότα τῆς τε γεωρ γείας καὶ ὧν ἐπετέλεσα ἔργων ἀπὸ τοῦ ἐνεστῶτος ιγ ἔτους, ἐκπεπληρωκότος μου τὰ μέχρι τοῦ διεληλυθότος ιβ ἔτους καὶ αὐτοῦ τοῦ ιβ ἔτους ἐκφόρια καὶ φόρους, σὲ δὲ ἀντεχόμενον καὶ ἑτέροις μεταμισθοῦντα. Κρονίων ὡς ἐτῶν μη οὐλὴ δακτύλῳ τρίτῳ. ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Φαμενὼθ κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.