no image
DDbDP-text
Rescissione di affitto via HGV-meta
Linked by Trismegistos ID
TM 11550.
Each record below describes this same artifact or text from a different angle.
Δημητρίῳ τῷ καὶ Μενάνδρωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος διέποντιδιέποντει καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος παρὰ Κρονίωνος τοῦ Χεῶτος ἀπὸ Τεβτύνεως. ἐμισθωσάμην παρὰ Εἰρήνης Ἡρακλείδου περὶ κώμην Κερκῆσιν κλήρου ἀρούρας δέκα δύο ἥμισυ καὶ κταμίων ἀρούρας ιβ 𐅵· πεποι ημένου δέ μου τῶν ὅλων ἀρουρῶν τὰ γεωργικὰ ἔργα καὶ σποράν, συνέβη ἐκ πλημύρης τῶν ὑδάτων τοῦ δρυμοῦ καθʼ ὕδατος γεγονέναι τὰς ἀρούρας τῷ διεληλυθότιδιεληλυθότει μηνὶ Φαμενώθ, ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι Εἰρήνῃ, ἵνʼ εἰδῇ μὴ κρατού μενόν με ἀπὸ τοῦ ἐνεστῶτος ι ἔτους ἐκφορίοις, ἀρκουμένου μου τῇδε τῇ διαστολῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.