no image
DDbDP-text
Rescissione di affitto via HGV-meta
Renunciation of a land lease at Kerkesis after flooding. A declaration to the royal scribe Dionysios, acting strategos, by Harpaesis of Tebtynis, who renounces his lease of 25 1/2 arouras at Kerkesis held from Asklepiades of Antinoopolis after flooding and late draining ruined his crops. He asks that the landlord be notified and take back the land. Tebtynis, 3 May 148. machine translation
Linked by Trismegistos ID
TM 11564.
Each record below describes this same artifact or text from a different angle.
Διονυσίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνοςμερίδος διαδεχομένῳ
καὶ τὰ κατὰ τὴν στρατηγίαν,
παρὰ Ἁρπαήσεως τοῦ Κρονίωνος ἀπὸ κώμης Τεπτύνεως τῆς αὐτῆς μερίδος. ἐμισθωσάμην
ἔτι πάλαι παρὰ Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου Ἀντινοέως περὶ κώμην Κερκῆσιν τῆς αὐτῆς μερίδος σιτικὰς
ἀρούρας εἴκοσι πέντε ἥμισυ, ἐν αἷς καὶ κταμίων ἄρουραι
δέκα ἥμισυ , ὧν τὰ μέχρι τοῦ θ ἔτους καὶ αὐτοῦ θ ἔτους ἐκφόρια
πλήρη ἀνέδωκα αὐτῷ Ἀσκληπιάδῃ· τῷ δὲ διεληλυθότι ι ἔτει,
ποιησαμένου μου τὰ ἔργα καὶ ἐπὶ πλήρους σπείραντος τὰς
ἀρούρας πυρῷ, ἐκρήγματος γενομένου ἀπὸ τοῦ περὶ τὴν
Κερκῆσιν δρυμοῦ, καθʼ ὕδατος ἐγένοντο ἄρουραι σιτικαὶ
ἅμα δὲ ταῖς ἄλλαις ἀρούραις καὶ πᾶσι φανερὸν ἐγένετο τοῦτο γεγενέσθαι Ἀσκληπιάδου ἐν Ἀντινόου διατρίβοντος,
αὐτὸς τελέσας τὰ δημόσια καὶ μετρήσας τὴν ὑπὲρ τῶν
ἀρουρῶν ἀρταβίαν καὶ ναύβιον· τῷ δὲ ἐνεστῶτι ια ἔτει, ὀψίμως
τοῦ ὕδατος τοῦ δρυμοῦ ἀποχυθέντος, ἐπετέλεσα τὰ ἔργα καθήκοντα ἐν ταῖς ἀρούραις δέκα δύο ἥμισυ ἐσπαρμέναις,
καὶ δὲ ἐν ταῖς ἀρούραις πᾶσι τῶν κταμίων, ἐν τῷ ια ἔτει,
ἐπ[…]διὰ τὸ ὀψίμως τὸ ὕδωρ ἀποκεχῦσθαι, κακοφυὴ ἐγένοντο τὰ σπαρέντα, διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα
καὶ ἀξιῶ τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι αὐτῷ
Ἀσκληπιάδῃ ἵνʼ εἰδῇ ἀπολεγόμενόν με τῶν ἐν ταῖς
ἀρούραις ἐσπαρμένων καὶ ὧν ἐπετέλεσα αὐτῶν ἔργων
καὶ μηδὲ περὶ αὐτῶν καταλιπομένον λόγου μηδὲ περὶ τῶν
τοῦ ἐνεστῶτος ἔτους ἐκφορίων ἀλλὰ μηδὲ περὶ ἄλλου
μηδενὸς ἁπλῶς, αὐτὸν Ἀσκληπιάδην ἀναλαμβανόμενον τῶν ἀρουρῶν ἀπὸ τοῦ ἐνεστῶτος ια ἔτους ἀναμετροῦντα τὰ ὑπὲρ αὐτῶν
δημόσια μένοντα δέ μοι πρὸς ἃς εἰς τὸν λόγον πύρινον ἐμέτρησα πυροῦ ἀρτάβας ἐν τρισὶ προθεσμίαις· ἀρκοῦμαι τῇδε τῇ διαστολῇ.
Ἁρπαῆσις ὡς ἐτῶν νβ οὐλὴ ἀντίχειρι ἀριστερῷ,
Ποσιδ νομογράφος εἰκόνικα.
ἔτους ια Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Παχὼν η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.