Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.kron.9
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Νέου Σεβαστοῦ κε, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Ὀρσενοῦφις Πατύνεως τοῦ Μεσοήρεως ὡς ἐτῶν τεσσαράκοντα πέντε , οὐλὴ πήχει δεξιῶι, καὶ Κρονίων Χεῶτος τοῦ Ἁρμιύσιος ὡς ἐτῶν πεντήκοντα , οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς, οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, Διδύμωι Διδύμου τοῦ Μάρωνος ὡς ἐτῶν τριάκοντα τεσσάρων , οὐλὴ ἀντικνημίωι δεξιῶι, ἔχειν παρʼ αὐτοῦ Διδύμου χρῆσιν πυροῦ νέου καθαροῦ ἀδόλου ἀρτάβας εἴκοσι καὶ κριθῆς νέας καθαρᾶς ἀδόλου ἀρτάβας εἴκοσι , πάντα μέτρωι τετραχοινίκωι ἰδίωι αὐτοῦ Διδύμου καὶ ἐπά ναγκον τοὺς ὁμολογοῦντας Ὀρσενοῦφιν καὶ Κρονίωνα ἀποδώσιν τῶι Διδύμωι τὰς τῆς χρήσεως πυροῦ ἀρτά βας εἴκοσι καὶ κριθῆς ἀρτάβας εἴκοσι ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης τῶι Διδύμωι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων. ὑπογραφεὺς Μαρεψῆμις Πακήβκιος ὡς ἐτῶν νγ οὐλὴ ῥινὶ ἐξ ἀριστερᾶς. Ὀρσενοῦφις Πατούνιως καὶ Κρονίων ΧεῶτοςΧαιῶτος οἱὑ δύοδοιω ἀλληλέγγυοι εἰς ἔκτισιν ὁμολογοῦμεν ἔχεινἔχιν παρὰ τοῦ Διδύμου τοῦ Διδύμου χρῆσιν πυροῦποιροῦ νέου καθαροῦ ἀδόλου ἀρτάβας εἴκοσι καὶ κριθῆς ἀρτάβας εἴκοσιεἴκωσι μέτρωι τετραχοι νίκωι ἰδίωι τοῦ αὐτοῦ Διδύμου ἃς καὶ ἀποδώσο μεν ἐν μηνὶ ΠαῦνιΠαοινι τοῦ ἐνεστῶτος ιε ἔτους καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Πακῆβ κις Ψοίφεως μὴ εἰδότωνεἰδώτων γράμματα. Δίδυμος Διδύμου γέγονε εἰς ἐμὲ ἡ ὁμολογία καθὼς πρόκιται. ἐντέτακται διὰ τοῦ γραφείου κώμης Τεβτύνεως.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.