Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.2.78

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς ἐν ΤεβτύνειΤεβτύνι Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Δίδυμος ὁ καὶ Λοῦρις Λυσιμάχου τοῦ Ἡρακλείδου τοῦ καὶ Λουρίου ὡς ἐτῶν τριάκοντα οὐλὴ πήχει δεξιῶι Κρονίωνι πρεσβυτέρωι Πακήβκεως ὡς ἐτῶν τεσσεράκοντα ἑπτὰ οὐλὴ δακτύλωι μικρῷμεικρῶι χειρὸς ἀριστερᾶςἀριστερᾶς μεμισθωκέναι αὐτῶι Κρονίωνι τὰ ὑπαρχούσας αὐτῶι Διδύμωι κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐκ τοῦ πρὸς βορρᾶ μέρους ἀπὸ ἀρουρῶν ἓξ περὶ Τεβτῦνιν ἐν τῷ λεγομένῳ ἀπὸ λιβὸς πεδίωι εἰς ἄλλα ἔτη ἑπτὰ μετὰ τοὺς χρόνους ἧς ἔχει ὁ Κρονίων τοῦ Διδύμου τοῦ καὶ Λουρίου ἑτέρας προδοματικῆς μισθώσεως τῶν αὐτῶν ἀρουρῶν ἐπὶ τὰ ἀπολείποντα διʼ αὐτῆς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς σπορὰν ὧν ἐὰν αἱρῆται ὁ Κρονίων, πρὸς αὐτὸν Κρονίωνα ὄντων τῶν γεωργικῶν ἔργων πάντων καὶ ποτισμῶν. αθ κτ τῶν δὲ δημοσίων πάντων πρὸς τὸν Δίδυμον. ὃς καὶ ἀπέχει ἐκ προδόματος παρὰ τοῦ Κρονίωνος τὴν τῶν ἐκφορίων τιμὴν καὶ φόρους διὰ χειρὸς καὶ βεβαιώσεινβεβαιώσιν πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἐμποιησομένου· τὰ διωμολογημέναδιομολογημένα κύρια. ὑπογραφεὺς τοῦ Κρονίωνος Μάρων Μάρωνος Δίδυμος ὁ καὶ Λοῦρις Λυσιμάχου ὁμολογῶ μεμισθωκέ ναι τῶι Κρονίωνι τὰς ὑπαρχούσας μοι περὶ Τεπτύνιν κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἐκ τοῦ πρὸς βορρᾶ μέρους κλήρου ἀρου ρῶν ἓξ ἐν τῶι ἀπὸ λιβὸς πεδίωι εἰς ἄλλα ἔτη ἑπτὰ μετὰ τὰ ἄλλα ἔτη τρίατρεία ἀπὸ τοῦ ἐνεστῶτος δευτέρου ἔτους εἰς σπορὰν ὧν ἐὰν αἱρῆταιἑρῆται, τῶν δημοσίων ὄντων πρὸς ἐμέ, καὶ ἀπέχω ἐκ προδόματος τὴν τῶν σπειρομένων τιμὴν καὶ φόρους διὰ χειρὸςχιρὸς καὶ βεβαιώσω πάσῃ βεβαιώσειβεβαιωσω καθὼς πρόκιται. Κρονίων πρεσβύτερος Πακήβκεος γέγονε εἰςἰςμε ἡ ὁμολογίαὁμολογεία καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μάρων Μάρωνος μὴ εἰδότοςεἰδοδων γράμματα. ἐντέτακται διὰ τοῦ ἐν ΤεβτύνειΤεβτύνι γραφείου. ὁμολογία Διδύμου τοῦ καὶ Λουρίου πρὸς Κρονίωνα εἰς ἄλλα ἔτη ἑπτά.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.