no image
DDbDP-text
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς τρίτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Πετσεῖρις Τεῶτος τοῦ ἀπὸ κώμης Βερνικίδος Θεσμοφόρου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ γόνατι ἀριστερῶι καὶ ὁ τούτου υἱὸς Τεῶς μητρὸς Ταορσέως τῶν ἀπὸ τῆς προκειμένης κώμης Θεαδελφείας ὡς ἐτῶν τριάκοντα οὐλὴ πήχειπήχι ἀριστερῶι οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς καὶ ἡ τοῦ Πετσείρεως γυνὴ Ταορσεὺς Ἁρσύτμεως ΠερσίνηΠερσείνη ὡς ἐτῶν οὐλὴ γόνα τι δεξιῶι μετὰ κυρίου αὐτοῦ Πετσείρεως ἀλλήλων ἔγγυοι εἰς ἔκτισινἔκτεισιν Ἀφροδισίωι τῶι καὶ Κάστορι ὡς ἐτῶν τριάκοντα ἑνὸς ἀσήμωι ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν τέσσαραςτέσσσαρες ὧν καὶ τὴν ἀπόδοσιν ποιη σάσθωσαν οἱ ὁμολογοῦντες τῶι Ἀφροδισίωι τῶι καὶ Κάστορι ἐνι μηνὶ Καισαρείωι τ -καιδεκά του ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶσιν καθὰ γέγραπται ἀποτεισάτωσαν παραχρῆμα μεθʼ ἡμιο λίας καὶ τόκων, τῆς πράξεως οὔσης τῶι Ἀφροδισίωι τῶι καὶ Κάστορι ἔκ τε τῶν ὁμολογοῦντων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθά περ ἐκ δίκης. ἡ συγγραφήσυνγραφὴ κυρία. ὑπογραφεὺς τῶν ὁμολογούντων Δωρίων Δωρίωνος ὡς ἐτῶν με οὐλὴ ἀντικνημίωι Πετσεῖρις Τεῶτος τοῦ Ἡρωδ καὶSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.