no image
DDbDP-text
Teilungsvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 33699.
Each record below describes this same artifact or text from a different angle.
Νέαρχον οι ἀλληατς εἰς ἡμᾶς ἀφήλικας ὄντας ας τούτου ἔχαμενἔσχαμεν κοινῶς ἔδοξεν δὲ ἡμῖν σήμερον ἐνήλιξιερννι γενομένοις τούτων διαίρεσιν ποιήσασθαι πρὸς τὸἐφʼ ᾧτε ἕκαστον γνῶναι τὴν διαφέρουσαν αὐτῷ μοῖραν κυριεύειν ἐπὶ τὸ διηνεκές, κατὰ τοῦτο ὁμολογοῦμεν ἑκουσίᾳ καὶ αὐθαιρέτῳ καὶ ἀμετανοήτῳ γνώμῃ διῃρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον κυρίως καὶ ἀναφαιρέτως, καὶ λελογχέναι ἐμὲ μὲν Νέαρχον Εὐστέφιον ἐκ μητρὸς Εὐθιάδος οἰκογενοῦς ἡμῶν δούλης γεωργὸν τὴν τέχνην καὶ Νεῖλον ὀνηλάτην, ἐμὲ δὲ Εὐδόξιον Σαραπίωνα ἐκ μητρὸς Σιλβανῆς οἰκογενοῦς ἡμῶν δούλης ταρσικάριον τὴν τέχνην καὶ Ἔρωτα γεωργόν. ἐντεῦθεν οὖν ἕκαστον κρατεῖν καὶ κυριεύειν ἧς ἔλαχεν μερίδος ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον δεσποτικῷ δικαίῳ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον καὶ χρᾶσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν ὡς ἐὰν βουληθῇ ἀκωλύτως διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς συντεθεῖσθαι πρὸς ἑαυτούς. ἡ ὁμολογία ἤτοι διαίρεσις κυρία, ἣν καὶ δισσὴν ἐξεδόμεθα πρὸς τὸ παρʼ ἑκατέρῳ μέρει εἶναι μοναχὸν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης Μεσορὴ κγ. Αὐρήλιος Νέαρχος ὁ προκείμενος συμφωνεῖ μοι καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Εὐδόξιος ὁ προκείμενος συμφωνεῖ μοι καὶ εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις ὡς πρόκειται. διʼ ἐμοῦ Δωροθέου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.